Κλαυδίου Πτολεμαίου απόσπασμα από το 1ο βιβλίο των "Αποτελεσματικών"

 Περί των απλανών αστέρων

 

Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως.
0363, 007, 1, 9, 1, 1 Ἑξῆς δὲ ὄντος ἀκολούθου καὶ τὰς τῶν ἀπλανῶν ἀστέ-
ρων φύσεις κατὰ τὸ ἰδίως αὐτῶν ποιητικὸν ἐπιδραμεῖν,
ἐκθησόμεθα καὶ τὰς ἐπ' αὐτῶν τετηρημένας ἰδιοτροπίας
κατὰ τὸ ὅμοιον ταῖς τῶν πλανωμένων φύσεσι τὸν ἐμφα-
νισμὸν ποιούμενοι· καὶ πρῶτον τῶν περὶ αὐτὸν τὸν διὰ
μέσων κύκλον ἐχόντων τὰς μορφώσεις.
0363, 007, 1, 9, 2, 1 Τοῦ <Κριοῦ> τοίνυν οἱ μὲν ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν
ὁμοίως ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ
Κρόνου δυνάμει·
οἱ δὲ ἐν τῷ στόματι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ
τοῦ Κρόνου·
οἱ δὲ ἐν τῷ ὀπισθίῳ ποδὶ τῇ τοῦ Ἄρεως·
οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης.
0363, 007, 1, 9, 3, 1 Τῶν δὲ ἐν τῷ <Ταύρῳ> ἀστέρων οἱ μὲν ἐπὶ τῆς ἀπο-
τομῆς ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τε τῆς Ἀφροδίτης καὶ
ἠρέμα τῷ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῇ Πλειάδι τῇ τε σελήνῃ καὶ τῷ τοῦ Ἄρεως·
τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς τῆς Ὑάδος καὶ
ὑπόκιρρος, καλούμενος δὲ Λαμπαύρας, τῷ τοῦ Ἄρεως·
οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
οἱ δὲ ἐν ἄκροις τοῖς κέρασι τῷ τοῦ Ἄρεως.
0363, 007, 1, 9, 4, 1 Τῶν δὲ ἐν τοῖς <Διδύμοισ> ἀστέρων οἱ μὲν ἐπὶ τῶν
ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ
Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης·
οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου·
τῶν δὲ ἐν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ
προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ· καλεῖται δὲ καὶ Ἀπόλλω-
νος· ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως· καλεῖται δὲ καὶ
Ἡρακλέους.
0363, 007, 1, 9, 5, 1 Τῶν δὲ ἐν τῷ <Καρκίνῳ> ἀστέρων οἱ μὲν ἐπὶ τῶν  
ποδῶν δύο τῆς αὐτῆς ἐνεργείας εἰσὶ ποιητικοὶ τῷ τε
τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
οἱ δὲ ἐν ταῖς χηλαῖς τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ
Ἑρμοῦ·
ἡ δὲ ἐν τῷ στήθει νεφελοειδὴς συστροφὴ καλουμένη
δὲ Φάτνη τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ·
οἱ δὲ ἑκατέρωθεν αὐτῆς δύο καλούμενοι δὲ Ὄνοι τῷ
τοῦ Ἄρεως καὶ τῷ ἡλίῳ.
0363, 007, 1, 9, 6, 1 Τῶν δὲ περὶ τὸν <Λέοντα> οἱ μὲν ἐπὶ τῆς κεφαλῆς
δύο τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ
τοῦ Ἄρεως·
οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα
τῷ τοῦ Ἑρμοῦ·
ὁ δὲ ἐπὶ τῆς καρδίας λαμπρὸς καλούμενος δὲ Βασι-
λίσκος τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός·
οἱ δὲ ἐν τῇ ὀσφύι καὶ ὁ ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ
τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης·
οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα
τῷ τοῦ Ἑρμοῦ.
0363, 007, 1, 9, 7, 1 Τῶν δὲ κατὰ τὴν <Παρθένον> οἱ μὲν ἐν τῇ κεφαλῇ
καὶ ὁ ἐπ' ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τὸ
ποιητικὸν τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ κατὰ τὰ
περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφρο-
δίτης·
ὁ δὲ ἐν τῇ βορείῳ πτέρυγι λαμπρὸς καλούμενος δὲ
Προτρυγητὴρ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ·  
ὁ δὲ καλούμενος Στάχυς τῷ τε τῆς Ἀφροδίτης καὶ
ἠρέμα τῷ τοῦ Ἄρεως·
οἱ δὲ ἐν ἄκροις τοῖς ποσὶ καὶ τῷ σύρματι τῷ τοῦ
Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.
0363, 007, 1, 9, 8, 1 Τῶν δὲ <Χηλῶν> τοῦ <Σκορπίου> οἱ μὲν ἐν ἄκραις
αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ
Ἑρμοῦ.
οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ
Ἄρεως.
0363, 007, 1, 9, 9, 1 Τῶν δὲ ἐν τῷ σώματι τοῦ <Σκορπίου> οἱ μὲν ἐν τῷ
μετώπῳ λαμπροὶ τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἄρεως καὶ
ἠρέμα τῷ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῷ σώματι τρεῖς, ὧν ὁ μέσος ὑπόκιρρος καὶ
λαμπρότερος, καλεῖται δὲ Ἀντάρης, τῷ τοῦ Ἄρεως καὶ
ἠρέμα τῷ τοῦ Διός·
οἱ δὲ ἐν τοῖς σπονδύλοις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα
τῷ τῆς Ἀφροδίτης·
οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ
Ἄρεως·
ἡ δὲ ἑπομένη νεφελοειδὴς συστροφὴ τῷ τε τοῦ Ἄρεως
καὶ τῇ σελήνῃ.
0363, 007, 1, 9, 10, 1 Τῶν δὲ περὶ τὸν <Τοξότην> οἱ μὲν ἐπὶ τῆς ἀκίδος
τοῦ βέλους ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἄρεως
καὶ τῇ σελήνῃ·  
οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν λαβὴν τῆς χειρὸς τῷ τε
τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως·
ἡ δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε ἡλίῳ καὶ τῷ
τοῦ Ἄρεως·
οἱ δὲ ἐν ταῖς πτέρυξι καὶ τῷ νώτῳ τῷ τοῦ Διὸς καὶ
ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ <Κρόνου>·
τὸ δὲ ἐπὶ τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς Ἀφροδίτης
καὶ ἠρέμα τῷ τοῦ Κρόνου.
0363, 007, 1, 9, 11, 1 Τῶν δὲ κατὰ τὸν <Αἰγόκερων> ἀστέρων οἱ μὲν ἐπὶ
τῶν κεράτων ὡσαύτως ἐνεργοῦσι τῷ τε τῆς Ἀφροδίτης
καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
οἱ δὲ ἐν τῷ στόματι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ
τῆς Ἀφροδίτης·
οἱ δὲ ἐν τοῖς ποσὶ καὶ τῇ κοιλίᾳ τῷ τε τοῦ Ἄρεως
καὶ τῷ τοῦ Ἑρμοῦ·
οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός.
0363, 007, 1, 9, 12, 1 Τῶν δὲ περὶ τὸν <Ὑδροχόον> οἱ μὲν ἐν τοῖς ὤμοις
ὁμοίως διατιθέασι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ
σὺν τοῖς ἐν τῇ ἀριστερᾷ χειρὶ καὶ τῷ ἱματίῳ·
οἱ δὲ ἐπὶ τῶν μηρῶν μᾶλλον μὲν τῷ τοῦ Ἑρμοῦ,
ἧττον δὲ τῷ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῇ ῥύσει τοῦ ὕδατος τῷ τε τοῦ Κρόνου καὶ
ἠρέμα τῷ τοῦ Διός.
0363, 007, 1, 9, 13, 1 Τῶν δὲ περὶ τοὺς <Ἰχθύασ> οἱ μὲν ἐν τῇ κεφαλῇ τοῦ
νοτιωτέρου ἰχθύος τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἑρμοῦ
καὶ ἠρέμα τῷ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῷ σώματι τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ·  
οἱ δὲ ἐπὶ τῆς οὐρᾶς καὶ ἐπὶ τοῦ νοτίου λίνου τῷ τοῦ
Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
οἱ δὲ ἐν τῷ σώματι καὶ τῇ ἀκάνθῃ τοῦ βορείου ἰχθύος
τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης·
οἱ δὲ ἐν τῷ βορείῳ λίνῳ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ
Διός·
ὁ δὲ ἐπὶ τοῦ συνδέσμου λαμπρὸς τῷ τε τοῦ Ἄρεως
καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.

Περὶ τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ.
0363, 007, 1, 9, 14, 1 Τῶν δὲ ἐν ταῖς βορειοτέραις τοῦ ζῳδιακοῦ μορφώσεσι
οἱ μὲν περὶ τὴν Μικρὰν ἄρκτον λαμπροὶ τὴν ὁμοίαν
ἔχουσι ποιότητα τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς
Ἀφροδίτης.
Οἱ δὲ περὶ τὴν Μεγάλην ἄρκτον τῷ τοῦ Ἄρεως.
Οἱ δὲ ὑπὸ τὴν οὐρὰν αὐτῆς ἐν τῇ τοῦ Πλοκάμου
συστροφῇ τῇ σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης.
0363, 007, 1, 9, 15, 1 Οἱ δὲ ἐν τῷ Δράκοντι λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ
τῷ τοῦ Ἄρεως.
Οἱ δὲ τοῦ Κηφέως τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ
Διός.
Οἱ δὲ περὶ τὸν Βοώτην τῷ τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ
Κρόνου· ὁ δὲ λαμπρὸς καὶ ὑπόκιρρος καλούμενος Ἀρ-
κτοῦρος τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός.
0363, 007, 1, 9, 16, 1 Οἱ δὲ ἐν τῷ Βορείῳ στεφάνῳ τῷ τε τῆς Ἀφροδίτης
καὶ τῷ τοῦ Ἑρμοῦ.  
Οἱ δὲ κατὰ τὸν Ἐν γόνασι τῷ τοῦ Ἑρμοῦ.
Οἱ δὲ ἐν τῇ Λύρᾳ τῷ τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ.
Καὶ οἱ ἐν τῷ Ὄρνιθι ὡσαύτως.
Οἱ δὲ κατὰ τὴν Κασσιέπειαν τῷ τε τοῦ Κρόνου καὶ
τῷ τῆς Ἀφροδίτης.
0363, 007, 1, 9, 17, 1 Οἱ δὲ κατὰ τὸν Περσέα τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ
Κρόνου· ἡ δὲ ἐν τῇ λαβῇ τῆς μαχαίρας συστροφὴ τῷ
τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ.
Οἱ δὲ ἐν τῷ Ἡνιόχῳ λαμπροὶ τῷ τε τοῦ Ἄρεως καὶ
τῷ τοῦ Ἑρμοῦ.
Οἱ δὲ κατὰ τὸν Ὀφιοῦχον τῷ τοῦ Κρόνου καὶ ἠρέμα
τῷ τῆς Ἀφροδίτης.
0363, 007, 1, 9, 18, 1 Οἱ δὲ περὶ τὸν Ὄφιν αὐτοῦ τῷ τε τοῦ Κρόνου καὶ
τῷ τοῦ Ἄρεως.
Οἱ δὲ κατὰ τὸν Ὀϊστὸν τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα
τῷ τῆς Ἀφροδίτης.
Οἱ δὲ περὶ τὸν Ἀετὸν τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός.
Οἱ δὲ ἐν τῷ Δελφῖνι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ
Ἄρεως.
0363, 007, 1, 9, 19, 1 Οἱ δὲ κατὰ τὸν Ἵππον λαμπροὶ τῷ τε τοῦ Ἄρεως καὶ
τῷ τοῦ Ἑρμοῦ.
Οἱ δὲ ἐν τῇ Ἀνδρομέδᾳ τῷ τῆς Ἀφροδίτης.
Οἱ δὲ τοῦ Τριγώνου τῷ τοῦ Ἑρμοῦ.

Περὶ τῶν νοτιωτέρων τοῦ ζῳδιακοῦ.
0363, 007, 1, 9, 20, 1 Τῶν δὲ ἐν τοῖς νοτιωτέροις τοῦ ζῳδιακοῦ μορφώμα-
σιν ὁ μὲν ἐν τῷ στόματι τοῦ Νοτίου ἰχθύος λαμπρὸς  
ὁμοίαν ἔχει τὴν ἐνέργειαν τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ
τοῦ Ἑρμοῦ.
Οἱ δὲ περὶ τὸ Κῆτος τῷ τοῦ Κρόνου.
Τῶν δὲ περὶ τὸν Ὠρίωνα οἱ μὲν ἐπὶ τῶν ὤμων τῷ τε
τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ λοιποὶ λαμπροὶ τῷ
τε τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου.
0363, 007, 1, 9, 21, 1 Τῶν δὲ ἐν τῷ Ποταμῷ ὁ μὲν ἔσχατος καὶ λαμπρὸς τῷ
τοῦ Διός· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου.
Οἱ δὲ ἐν τῷ Λαγωῷ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ
Ἑρμοῦ.
Τῶν δὲ περὶ τὸν Κύνα οἱ μὲν ἄλλοι τῷ τῆς Ἀφροδί-
της, ὁ δὲ περὶ τὸ στόμα λαμπρὸς τῷ τοῦ Διὸς καὶ ἠρέμα
τῷ τοῦ Ἄρεως.
0363, 007, 1, 9, 22, 1 Ὁ δὲ ἐν τῷ Πρόκυνι λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ καὶ
ἠρέμα τῷ τοῦ Ἄρεως.
Οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ Κρόνου
καὶ τῷ τῆς Ἀφροδίτης.
Οἱ δὲ ἐν τῷ Κρατῆρι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα
τῷ τοῦ Ἑρμοῦ.
0363, 007, 1, 9, 23, 1 Οἱ δὲ περὶ τὸν Κόρακα τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ
Κρόνου.
Οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ
τοῦ Διός.
Τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐπὶ τῷ ἀνθρωπείῳ
σώματι τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ
ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Διός.
0363, 007, 1, 9, 24, 1 Οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ
ἠρέμα τῷ τοῦ Ἄρεως.  
Οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ
ἠρέμα τῷ τοῦ Ἑρμοῦ.
Οἱ δὲ ἐν τῷ Νοτίῳ στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρό-
νου καὶ τῷ τοῦ Ἑρμοῦ.

nooriya blogger facebook pinterest