ἈΠΟΓΡΑΦΗ ΚΑΙ ΣΥΝΑΡΙΘΜΗΣΙΣ ΤΩΝ ἈΝΕΓΝΩΣΜΕΝΩΝ ἩΜΙΝ ΒΙΒΛΙΩΝ ὩΝ ἘΙΣ ΚΕΦΑΛΑΙΩΔΗ ΔΙΑΓΝΩΣΙΝ Ὁ ἨΓΑΠΗΜΕΝΟΣ ἩΜΩΝ ἈΔΕΛΦΟΣ ΤΑΡΑΣΙΟΣ ΕΞΗΙΤΗΣΑΤΟ ἘΣΤΙ ΔΕ ΤΑΥΤΑ ἘΙΚΟΣΙ ΔΕΟΝΤΩΝ ἘΦ' ἙΝΙ ΤΡΙΑΚΟΣΙΑ Λέγει δὲ τὴν μονάδα ἄλλα τε οὐκ ὀλίγα τῶν πλασμάτων τῇ περὶ αὐτὴν ἀληθείᾳ καὶ τοῖς προσοῦσι φυσικοῖς ἰδιώμασι καταμιγνύς, καὶ ὡς νοῦς τε εἴη,  εἶτα καὶ ἀρσενόθηλυς, καὶ θεός, καὶ ὕλη δέ πως, πάντα χρήματα μιγνὺς ὡς ἀληθῶς, καὶ πανδοχεὺς λοιπὸν καὶ χωρητικὴ καὶ χάος, σύγχυσις, σύγκρασις, ἀλαμπία, σκοτωδία, χάσμα, Τάρταρος. Καὶ Στύγα δὲ αὐτὴν τε ρατολογοῦσι καὶ φρικωδίαν καὶ ἀμιξίαν καὶ βάραθρον ὑποχθόνιον, καὶ Λήθην, καὶ στιφρὰν πάρθενον, καὶ Ἄ τλαντα· ἄξων τέ ἐστιν αὐτοῖς καὶ ἥλιος καὶ πυράλιος, καὶ Μορφὼ δὲ καὶ Ζανὸς πύργος, καὶ σπερματίτης λόγος, Ἀπόλλων τε καὶ προφήτης καὶ λόγιος. Ἡ δὲ τῶν ὀνομάτων αἰτία ἡ μὲν φρενὸς ἀστάτου καὶ δεισιδαι μονούσης, ἡ δὲ οὐδὲ τῆς παιδαριώδους ἀνατυπώσεως ἀπηλλαγμένη. Ἀλλ' ἡ μὲν μονὰς οὕτω Νικομάχῳ καὶ τοῖς αὐτοῦ διδασκάλοις θεολογεῖταί τε ἅμα καὶ βάλ λεται ὕβρει.
Ἡ δὲ δυὰς τόλμα τέ ἐστιν αὐτοῖς, καὶ ὕλη, καὶ τῶν ἀνομοίων αἰτία, καὶ μεταίχμιον πλήθους καὶ μονάδος. Ἐκ συνθέσεώς τε καὶ κατακράσεως μόνη ἴσον ποιεῖ, διὸ καὶ ἴση. Ἀλλὰ καὶ ἄνισος καὶ ἔλλειψις, καὶ πλεονασμός, καὶ μόνη ἀσχημάτιστος καὶ ἀόριστος, καὶ ἄπειρος, ἀρχή τε ἀρτίου μόνη, καὶ οὐκ ἄρτιος, οὐ μὴν οὐδ' ἀρτιάκις ἀρτία, οὐδὲ περισσάρτιος, οὐδ' ἀρτιοπέριττος. Ἀλλὰ τούτων μὲν τὰ πλείω ἐγγύς ἐστι τῇ δυάδος φυ- σικῇ ἰδιότητι· ἃ δὲ τῆς τερατείας, πηγή ἐστι πάσης συμφωνίας, καὶ Μουσῶν ἡ Ἐρατώ, καὶ ἁρμονία, καὶ τλημοσύνη, καὶ ῥίζα οὐ κατ' ἐνέργειάν πω, καὶ δύ ναμις, καὶ πόδες πολυπιδάκου Ἴδης, καὶ κορυφαί, καὶ Φάνης. Ἀλλὰ καὶ ἴσον Δία τὴν δυάδα ἡ μυθοπλαστία θεολογεῖ, καὶ δίκην, καὶ Ἶσιν, καὶ φύσιν, καὶ Ῥέαν, καὶ διομάτερα, καὶ πηγὴν διανομῆς· ἔστι δ' αὐτοῖς ὡς Ῥέα καὶ Φρυγία καὶ Λυδία καὶ Διδυμήνη, καὶ Δήμητρα καὶ Ἐλευσινία, καὶ Ἄρτεμις, καὶ Ἵμερος, καὶ Δίκτυννα, καὶ Ἀερία, καὶ Ἀστερία, καὶ Δίσαμος καὶ Ἐστὼ καὶ μὴν καὶ Ἀφροδίτη καὶ Διώνη καὶ Μυχαία καὶ Κυ θέρεια, καὶ ἄγνοια καὶ ἀγνωστία καὶ ψεῦδος καὶ ἀδιο ριστία, καὶ ἑτερότης καὶ νεῖκος καὶ διχοστασία, καὶ μόρος καὶ θάνατος. Τοιαῦτα μὲν αὐτοῖς καὶ ἡ δυὰς θεολογεῖται.
Ἡ δὲ τριάς ἐστι μὲν πρῶτος περισσὸς κατ' ἐνέρ γειαν, καὶ τέλειος πρῶτος, καὶ μεσότης, καὶ ἀναλο γία· τήν τε τῆς μονάδος δύναμιν εἰς ἐνέργειαν καὶ ἐπέκτασιν προχωρεῖν ποιεῖ. Ἀλλὰ καὶ πρωτίστη, καὶ κυ ρίως μονάδων σύστημα. Εἶτα λοιπὸν ἐντεῦθεν αὐτοῖς πρὸς τὸ φυσιολογικὸν αἴρεται ὁ ἀριθμός· αἰτία τε γὰρ τοῦ τριχῇ διαστατοῦ, καὶ περατωτικὴ τῆς ἀπειρίας τῆς ἐν ἀριθμῷ, καὶ ὅμοιον, καὶ ταὐτόν, καὶ ὁμόλογον, καὶ ὡρισμένον. Ἀλλ' οὔπω ταῦτα φορτικά· τὰ δ' οὐχ ὅμοια. Καὶ νοῦς τις ἡ τριάς, καὶ εὐβουλίας καὶ συνέσεως αἰ τία, καὶ γνῶσις, ἀριθμοῦ τὸ κυριώτατον, μουσικῆς τε πάσης κυρία καὶ σύστασις, καί γε καὶ γεωμετρίας ὅτι μάλιστα. Καὶ μὴν καὶ τῶν κατὰ ἀστρονομίαν καὶ οὐρα νίων φύσιν τε καὶ γνῶσιν αὕτη τὸ κράτος ἔχει καὶ συνέχει καὶ εἰς οὐσίωσιν ἄγει. Καὶ ἡ ἀρετὴ δὲ πᾶσα ταύτης ἐξῆπται καὶ ἐκ ταύτης πρόεισιν. Εἶτα λοιπὸν τὰ μυθώδη. Διὰ ταῦτα αὐτοῖς ἡ τριὰς Κρονία καὶ Λατὼ καὶ Ἀμαλθείας κέρας, Ὀφίονά τε αὐτὴν τερα τολογοῦσι καὶ Θέτιν καὶ Ἁρμονίαν, Ἑκάταν τε καὶ Ἐρά ναν καὶ Χαριτίαν καὶ Μουσῶν Πολυμνίαν, Ἀΐδαν τε καὶ Λοξίαν, ἄρκτον, ἕλικα, καὶ ποτὶ βυθὸν οὐ δυομέ ναν, Δαματράμην τε καὶ Διοσκορίαν, καὶ Μῆτιν καὶ τριδύμην, Τρίτωνα, θαλασσοῦχον, Τριτογένειαν, Ἀχε λῶον, Νάστιν, καὶ Ἀγυιόπεζαν Κουρητίδα, Κραταΐδα Ἁρμονίαν, Συμβηνίαν, Γάμον, Γοργονίαν, Φορ κίαν, Τρίσαμον καὶ Λύδιον. Οὕτω μὲν αὐτοῖς καὶ ἡ τριὰς καὶ εἰς τοσούτους αὐτῶν θεοὺς ἀναπλάττεται.
Ἡ δὲ τετρὰς πάλιν αὐτοῖς θαῦμα μέγιστον, ἄλλη θεός, πολύθεος μᾶλλον δὲ πάνθεος· ἔστι γὰρ αὐτοῖς τῶν τε φυσικῶν ἀποτελεσμάτων πηγὴ καὶ κλειδοῦχος τῆς φύσεως. Ἀλλὰ καὶ τῆς κατὰ τὰ μαθήματα συστάσεώς τε καὶ διαμονῆς αὕτη προαγωγὸς καὶ αἰτία. Ἀλλὰ καὶ αὐτὴ φύσις καὶ αἰόλα ἐστὶν αὐτοῖς καὶ Ἡρακλῆς καὶ Ἔξαρ μα καὶ Ἀλκιμωτάτη καὶ Ἀρρενικὴ καὶ Ἀθήλυντος, Ἑρμῆς τε καὶ Ἥφαιστος καὶ Διόνυσος καὶ Σωρίτας, καὶ Μαιαδεὺς ἢ Μαιάδης τῆς γὰρ Μαίας υἱὸς ἤτοι τῆς δυάδος ἡ τετράσ καὶ Ἐριούνιος καὶ Σῶκος καὶ Διάκτορος, καὶ Βασσαρεὺς καὶ Διμάτωρ, μητρὸς τετευχὼς δυάδος, Θηλύμορφός τε καὶ Ἔπανδρος καὶ ἀρρενουργὸς καὶ βακχασμὸν ἀνεγείρων καὶ ἁρμόνιτα ἢ Ἁρμονία, καὶ τῶν Μουσῶν ἡ Οὐρανία. Ἀλλ' οὕτω μὲν αὐτοῖς καὶ ἡ τετρὰς τερατολογουμένη θεολογεῖται, καὶ τὸ πρῶτον τῶν θεολο γουμένων ἀριθμῶν Νικομάχῳ συναπαρτίζεται βιβλίον.
Ἐν δὲ τῷ β μετὰ τὸ προοίμιον ἡ πεντὰς αὐτῷ πληροῖ τὸν ἀγῶνα. Ἡ γὰρ πεντὰς πρώτη μεσότητος τῆς ἀρίστης καὶ φυσικωτάτης ἐμφατική, κατὰ διάζευξιν ἀμφοτέροις πέρασι τοῦ φυσικοῦ ἀριθμοῦ, μονάδι μὲν ὡς ἀρχῇ δεκάδι δὲ ὡς τέλει συνεζευγμένη, καὶ συλ ληπτικὴ τῶν ἐν τῇ κοσμικῇ φύσει φαινομένων· καὶ γὰρ κατὰ μὲν τὴν μονάδα ὁ κόσμος ἐρρίζωται, ἤνυσται δὲ καὶ πέφανται κατὰ τὴν δεκάδα. Ἀλλὰ καὶ ὅτι προσε χέστατον καὶ μόνον μέρος τῆς δεκάδος. Καὶ τὰ στοιχεῖα δὲ τοῦ παντὸς κατὰ τὴν πεντάδα· προστίθησι γὰρ τοῖς τέσσαρσι καὶ τὸν αἰθέρα, ὃ οὐκ ἂν ἀνέξοιτο ὑμνῶν τὴν τετράδα. Καὶ πολλὰ τοιαῦτα ἀλλ' οὔπω ταῦτα κομψὰ καὶ σοφά. Τὰ δ' ἐφεξῆς σκόπει. Ἀνεικία γὰρ ἡ πεντὰς καὶ Ἀλλοίωσις καὶ Φάος καὶ Δικαιοσύνη, καὶ ἐλαχίστη ἀκρότης τῆς ζωότητος, καὶ Νέμεσις, καὶ Βου βάστια καὶ Δίκησις καὶ Ἀφροδίτη καὶ Γαμηλία καὶ Ἀνδρογυνία, καὶ Κυθέρεια, καὶ Ζωναία, καὶ Κυκλιοῦχος, καὶ Ἁμίθεος, καὶ Ζανὸς πύργος, καὶ Διδυμαία, καὶ Ἄξων ἑδραία. Ἄμβροτόν τε αὐτὴν ὑψηλολογοῦσι καὶ Παλλάδα, καὶ Κραδεᾶτιν καὶ Ἁγεμονίαν καὶ Ἀκρεῶτιν καὶ Ἀτάλαν τον καὶ Ἄζυγα καὶ Ὀρθιᾶτιν, καὶ Μουσῶν Μελπομένην, καὶ ἀμειβομένην ὀπὶ καλῇ, καὶ μέσων μέσην καὶ Ἀκρότη τα γονίμων. Ἐπὶ τούτοις μὲν οὖν σεμνύνει καὶ τὴν πεντάδα.
Ἡ δὲ ἑξὰς Εἶδος εἴδους αὐτῷ αἰτιολογεῖται, καὶ τῇ ψυχῇ μόνος ἀριθμῶν ἁρμόζων, καὶ Διάρθρωσις τοῦ παντὸς ψυχοποιὸς καὶ τῆς ζωτικῆς ἕξεως ἐμποιη τική παρὸ καὶ ἑξάσ καὶ Ἁρμονία καὶ Οὐλομέλεια καὶ κυρίως αὕτη μᾶλλον Ἀφροδίτη ζυγία τε καὶ γαμη λία καὶ Ἀνδρογυνία θεολογεῖται. Ἀλλὰ καὶ Ζυγῖτις καὶ Φι λοτησία καὶ Εἰρήνη καὶ Φιλία καὶ Ὑγεία, Ἄκμων τε καὶ Ἀλήθεια, καὶ Μοιρῶν δὲ Λάχεσιν αὐτὴν ποιοῦσι, καὶ ἀρχὴν καὶ ἥμισυ παντός, καὶ Ἑκατηβελέτιν, καὶ Τριοδῖτιν καὶ Διχρονίαν καὶ Περσείαν καὶ Τρίμορφον, καὶ Ἀμφιτρίτην, καὶ Ἀγχιδίκαν, καὶ Μουσῶν Θάλειαν, καὶ Πανάκειαν. Οὕτω μὲν οὐδ' ἡ ἑξὰς αὐτοῖς θεὸς εἶναι καὶ θεοῖς διέφυγε φιλοτιμεῖσθαι.
Ἡ δὲ ἑβδομάς - τί ἄν τις καὶ εἴποι, εὐθὺς μὲν γάρ ἐστι σεπτάς· κἂν τὸ <σ> φθείροι ἡ συνήθεια, ἕλκει τοῦτο ῥᾷστα ἐκ διπλοῦ τοῦ <ξ>, ὅπερ τῷ πρὸ αὐτοῦ ἀριθμῷ ἡ φύσις πρὸς τῷ τέλει ἀπεπλήρωσεν, ἵν' ᾖ τοῦτο ἐπικού ρημα τῷ σεβαστῷ ἀριθμῷ πρὸς τὴν ἐπιβουλὴν τὴν ἀπὸ τῶν πολλῶν. Τοιαύτη μὲν ἡ ἀπόδειξις θαυμαστή, ὡς ἔστι πάντως σεπτὰς καὶ σεβασμοῦ ἄξιος ὁ ἑπτά. Πά λιν δὲ καὶ αὐτὴ μεσότης μονάδος καὶ δεκάδος Τύχη καὶ Καιρός, Ἀθηνᾶ καὶ Ἄρης, καὶ Ἀκρεῶτις, καὶ Ἀγε λεία, καὶ Ἀτρυτώνη, Φυλακῖτις, Ὀβριμοπάτρα, Τρι τογένεια, Γλαυκῶπις, Ἀλαλκομένεια, Παντευχία, Ἐρ γάνη, Πολυαρήτη, Οὐλομέλεια, Ἀμαλθείας γένος, Αἰ γίς, Ὄσιρις, Ὄνειρος, Φωνή, Αὐδή, καὶ Μουσῶν ἡ Κλειώ, εἰ βούλει δὲ καὶ Κρίσις καὶ Ἀδράστεια καὶ πολὺς φλύαρος τοιοῦτος. Οὕτω μὲν ἡ πάνσεπτος αὐτοῖς ἑπτὰς μακρο τέρῳ πόνῳ μέγας καὶ πολὺς θεὸς ἀνυμνεῖται.
Ἡ δ' ὀκτάς, εἰ καὶ μὴ τοῖς ἴσοις μηδ' ὀγδόῳ μέ ρει, ἀλλ' οὖν τῷ θεὸς αὐτοῖς εἶναι οὐδ' αὐτὴ τοῦ θρό νου ἀπερρίφη· Παναρμονίαν γὰρ αὐτὴν προσκυνοῦσι, καὶ Καδμείαν Μητέρα τε καὶ Ῥέαν καὶ Θηλυποιὸν καὶ Κυ βέλην, Κυβήβην τε καὶ Δινδύμην καὶ Πολιοῦχον, Ἔρωτά τε καὶ Φιλίαν, Μῆτιν, Ἐπίνοιαν, Ὀρείαν, Θέμιν, Νόμον, Ἠλιτομήναν καὶ τῶν Μουσῶν τὴν Εὐτέρπην.
Καὶ ἡ ἐννὰς δὲ ὑστερεῖ μὲν καὶ τῆς θειότητος καὶ τῆς μακρᾶς συγγραφῆς, οἷς ἡ ἑβδομὰς ὑπερῆρτο· πλὴν τῆς ὀκτάδος ἐγγὺς θεολογεῖται. Ὠκεανὸς γὰρ αὐτοῖς αὕτη περιρρεῖται, καὶ Ὁρίζων ἀνυμνεῖται· Προμηθέα τε αὐτὴν καὶ Ὁμόνοιαν καὶ Περσείαν καὶ Ἅλιον ἱερο λογοῦσιν, Ἀνεικίαν, Ὁμοίωσιν, Ἥφαιστον, Ἥραν, Διὸς ἀδελφὴν καὶ σύνευνον, Ἑκάεργον, Παιᾶνα, Νυς σηΐδα, Ἀγυιέα, Ἐνυάλιον, Ἀγελείαν, Τριτογένειαν, Ὁμό νοιαν, Πειθώ, Κουρητίδα τε καὶ Κόρην, Ὑπερίονα, καὶ Μου σῶν Τερψιχόρην.
Ἡ μέντοι δεκὰς αὕτη ἐστὶν αὐτοῖς τὸ Πᾶν, Θεὸς Ὑπέρθεος καὶ Θεὸς θεῶν, ὅτι δέκα χειρῶν καὶ δέκα ποδῶν δάκτυλοι, καὶ δέκα κατηγορίαι, καὶ τοῦ λόγου δέκα μέρη· ἵνα γὰρ ᾖ αὐτοῖς πάντα ἡ δεκάς, προστι θέασι τοῖς τοῦ λόγου μέρεσι προσηγορίαν καὶ παρα πλήρωμα. Τί δεῖ λέγειν ὡς ἐν αὐτῇ περιλαμβάνουσι τά τε στερεὰ καὶ τὰ ἐπίπεδα, ἄρτια, περισσά, ἀρτιο πέρισσα, τέλεια, πρῶτα καὶ ἀσύνθετα, ἰσότητα καὶ ἀνι σότητα, τὰς δέκα σχέσεις, τὰ σφαιρικά, τὰ κυκλικά, γεννητικά, τελεστικά, ἐναρμόνια, τὰ τοιαῦτα, ἀλλ' ὅπως αὐτοῖς Κόσμος ἡ δεκὰς καὶ Οὐρανός, Εἱμαρμένη, Αἰών, Κράτος, Πίστις, Ἀνάγκη, Ἄτλας, Ἀκάμας θεός, Φάνης, Ἥλιος, Οὐρανία, Μνήμη, Μνημοσύνη; Καὶ πάντα ἂν οἶμαι τὰ προειρημένα τῶν θεῶν αὐτῶν ὀνόματα τῇ δεκάδι ἀνήψαντο ἄν, εἰ μὴ προλαβόντες ἐκεῖνοι ταῦτα ἰδιοποιήσαντο καὶ συνεχῶς τὰ αὐτὰ κατὰ πάντων λέ γειν οὗτοι ἀπώκνησαν, ἐπεὶ Ὑπέρθεός γε αὐτοῖς ἡ δεκάς, καὶ τὸ κράτος τῆς ἐν ἀριθμοῖς ἔχουσα θεότητος. Διὰ τοῦτο Νικομάχῳ καὶ πολύστιχος ὁ περὶ αὐτὴν πόνος. Εἰ γὰρ καὶ πολλῷ μακροστιχώτερος ὅ τε τῆς μονάδος καὶ ἑβδομάδος, ἀλλ' ὁ μὲν τῆς μονάδος, ὅτι καὶ περὶ τῶν ἑξῆς ἀριθμῶν οὐκ ὀλίγα διεξέρχεται καὶ προοιμίοις πλατύνεται. Πλὴν ἐν ἀμφοῖν πολλὰ καὶ περὶ τῆς δε κάδος ἐμφιλοχωρεῖ, ὥσπερ καὶ ἐν τῷ περὶ τῆς πεντάδος λόγῳ μικροῦ πρὸς τὸν τῆς ἑβδομάδος.

nooriya blogger facebook pinterest