ια. Περὶ τῆς τοῦ Ἄρεως σημασίας ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένοσ
Ὅτε ἐστὶν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀναποδίζων ἢ ὕπαυγος ἢ ἐγκάρ διος ἢ ἑσπέριος ἢ ἐν ἀλλοτρίῳ τόπῳ καὶ τῶν κέντρων ἀποκεκλικὼς καὶ ἐν κακοῖς τόποις, δηλοῖ τῷ ἔτει ἐκείνῳ ὀξυθυμίαν τοῦ ἔχοντος τὴν ἐναλλαγὴν καὶ τοῦ φρονήματος αὐτοῦ κλυδωνισμὸν καὶ ταραχὴν καὶ ἀφροσύνην τοῦ λογις μοῦ καὶ τὸ ταραχῶδες τῆς διανοίας καὶ τὸ πεφυρμένον καὶ τὸ ἄπορον ἐν τοῖς πρακτέοις· βλαβήσεται δὲ ἀπὸ θηρίων καὶ ἀλόγων καὶ πυρὸς καὶ θερμασίας καὶ αἵματος καὶ νό σων διαφόρων καὶ ἀποδημιῶν ἀσυμφόρων καὶ ἀχρήστων ξενιτειῶν καὶ βλάβην τῶν ἀδελφῶν τῶν τε ἀρρένων καὶ τῶν θηλείων· ταῦτα δὲ πάντα γενήσονται κατὰ τὴν ση μασίαν τοῦ Ἄρεως καὶ τοῦ ζῳδίου ἐν ᾧ ἐστι. καὶ εἰ μέν ἐστιν ὕπαυγος, δηλοῖ βλάβην ἀπὸ πυρὸς καὶ ἐμπρησμοῦ καὶ κλοπῆς καὶ κρυφίων πραγμάτων καὶ σκαιωρημάτων καὶ δόλων καὶ νόσων ἐνδοτέρων· εἰ δὲ κακοῦται ὁ Ἄρης ἑτέρῳ προσώπῳ ὧν προείπομεν, δεῖ ποιῆσαι σύγκρασιν αὐτοῦ καὶ τοῦ ζῳδίου ἐν ᾧ εἰσιν αὐτός τε καὶ ὁ βλάπ των αὐτὸν κακοποιός· καὶ κατὰ τοῦτο ἀποτελεῖν. εἰ μὲν γὰρ ὦσιν ἐν ἀνθρωποειδέσι ζῳδίοις, ἔσται ἡ βλάβη ἀπό τινων ἔργων οἰκείων καί τινων λόγων ἰδίων καὶ μάχης καὶ ἀδικίας καὶ ἐχθρῶν καὶ κλοπῆς καὶ λῃστουργίας· εἰ δὲ σὺν τούτοις ὁ Ἄρης στηρίζει ἢ βραδυκίνητός ἐστιν, ἐπιτείνει τὰ δεινά· δηλοῖ δὲ καὶ πληγὰς καὶ δεσμὰ καὶ φυλακὴν καὶ ὀργάς, καὶ μάλιστα εἰ ὑπάρχει ἐν ἐχθροῦ ζῳδίῳ. εἰ δέ ἐστιν ἐν ζῳδίῳ θηριώδει ἢ ἑρπετώδει, ἔσται ἡ βλάβη ἀπὸ θηρίων καὶ ἑρπετῶν· εἰ δέ ἐστιν ἐν ἑτέρῳ ζῳδίῳ, δηλοῖ ῥεῦσιν αἵματος καὶ τραύματα καὶ ἑλκώσεις καὶ καυστηρίας ἀπὸ πυρὸς καὶ νόσους ἀπὸ θερμότητος καὶ ἀποδημίας ἀχρή στους. εἰ δὲ πρὸς τούτοις ὑπάρχει ἐν ἰδίῳ οἴκῳ ἢ ἐν οἴκῳ φίλου αὐτοῦ, ἔσται μετριωτέρα ἡ βλάβη καὶ ἀπό τινος γνωρίμης ὑποθέσεως· εἰ δὲ ἐν ἀλλοτρίῳ ζῳδίῳ ὑπάρχει ἢ ἐν οἴκῳ ἐχθροῦ, δυναμικώτερα καὶ ἐπιμονώτερα ἔσται τὰ κακά. εἰ δὲ ἐν οἰκείᾳ αἱρέσει ἐστίν, ὀλίγη ἔσται ἡ βλάβη. εἰ δὲ κεκακωμένος ὢν ὑπάρχει καὶ ἐπίκεντρος, πλείων ἔσται ἡ διαφθορά. ἐπισκέπτου δὲ καὶ τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ὁ Ἄρης ἢ συσχηματίζεται ἐν τοῖς δυσὶ καιροῖς ἐναντίῳ σχή ματι· δηλοῦσι γὰρ καὶ ταῦτά τινα συμπτώματα. ὅτε οὖν δηλώσει τι ὁ Ἄρης σύμπτωμα ἐν ταῖς νυκτεριναῖς ἐναλ λαγαῖς, ταχέως διαλυθήσεται· εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ἐπιβλέψει τοῦτον ἀστὴρ κεκακωμένος ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τριγώνου ἢ ἑξαγώνου, παρεισάγει τῷ ἔχοντι τὴν ἐναλλαγὴν βλάβην κατὰ τὴν οἰκείαν φύσιν. Εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ὑπάρχει καὶ ὁ Ἥλιος ἅμα τούτῳ κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ ἐφορᾷ τοῦτον ἀπὸ τετραγώνου, τοῦ Ἄρεως καθυπερτεροῦντος αὐτόν, ἔσται ὁ ἔχων τὴν ἐναλλαγὴν ἐπισπούδατος καὶ ἀλόγιστος καὶ ἐριστικὸς καὶ περίλυπος, φροντίζων περὶ διαφόρων πραγμάτων καὶ περὶ πλούτου καὶ ἀναλωμάτων, καὶ σύμπτωμα γενήσεται δεινὸν περὶ τὰ τέκνα αὐτοῦ ἢ ἀπολεσθήσεταί τις ἐξ αὐτῶν, καὶ μάλιστα εἰ ὑπάρχει ἡμερινὴ ἡ ἐναλλαγὴ καὶ ὑπάρχουσιν ἀμφό τεροι ὑπὲρ γῆν. εἰ δὲ ὁ Ἥλιος καθυπερτερεῖ αὐτόν, περι πεσεῖται νόσοις καὶ κλιμακτῆρσι διαφόροις καὶ δεηθή σεταί τινος τῶν ἐξουσιαστῶν καὶ ὑποστήσεται παρ αὐτοῦ βλάβας. εἰ δὲ ὁ Ἥλιος ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἡμέρας ἀπὸ διαμέτρου, κεκακωμένων ἀμφοῖν ὄντων, ὑπο στήσεται τῷ ἔτει ἐκείνῳ λύπας καὶ διάφορα συμπτώματα καὶ πεσεῖται ἀπὸ ὕψους καὶ ὑποστήσεται ὁ πατὴρ αὐτοῦ σύμπτωμα ἐναντίον ἢ βιαίῳ τελευτήσει θανάτῳ· εἰ δὲ νυκτερινή ἐστιν ἡ ἐναλλαγή, ἔσται ῥάθυμος καὶ μηδὲν κατορθῶν, ἀλλὰ καὶ εἴ τινος κατάρξεται ἔργου, οὐ τελειώ σει αὐτό· καταναλώσει δὲ πλοῦτον καὶ ὑποστήσεται στενοχωρίαν ἐν τοῖς ἀνὰ χεῖρα. εἰ δὲ συνοδεύσει τούτῳ ὁ Ἥλιος ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκα κωμένοι, ἔσται ἐν ἐκείνῳ τῷ χρόνῳ πολυμετάμελος, μὴ ἐπιμένων τινὶ πράγματι, καὶ μεμφθήσεται παρὰ πολλῶν καὶ ψεχθήσεται καὶ διαφόρους λύπας ὑποστήσεται· ἴσως δὲ καὶ παρὰ σιδήρου ἢ πυρὸς ἢ ὀργῆς βασιλικῆς πειρα θήσεται καὶ τὸν πατρικὸν διασκεδάσει πλοῦτον καὶ ἀλγή σει τοὺς ὀφθαλμοὺς ἢ σύμπτωμα περὶ τούτους γενήσεται καὶ κλιμακτῆρα ὑποστήσεται μέγαν ὁ πατὴρ αὐτοῦ ἢ φθαρήσεται, καὶ μάλιστα εἰ ὑπάρχει ἐπίκεντρος ἢ κέντρῳ ἐπαναφερόμενος. εἰ δὲ συνοδεύει αὐτῷ ὁ Ἥλιος ἢ συσχη ματίζεται ἐν τῷ ἑνὶ καιρῷ, ἔσται τὰ ῥηθέντα ἐλάττονα. Εἰ δὲ ὁ Ἄρης χρονοκράτωρ ὢν ἅμα τῇ Ἀφροδίτῃ ὑπάρχει κεκακωμένος κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχη ματισθῶσιν ἀλλήλοις ἀπὸ τετραγώνου, τοῦ Ἄρεως καθ υπερτεροῦντος αὐτήν, λυπηθήσεται ὁ τὴν ἐναλλαγὴν ἔχων προφάσει γυναικῶν καὶ ἐχθρῶν καὶ ἀνακαινισθήσονται αὐτῷ ἔχθραι καὶ βλαβήσεται, δι αὐτῶν· συνουσιάζει δὲ δουλίσιν ἢ διὰ γάμον καὶ συνουσίαν ἐπιχειρήσει αἰσχροῖς πράγμασιν. εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ αὐτόν, ἀμ φοτέρων τοιουτοτρόπως διακειμένων, ἔσται τὰ ῥηθέντα, πλὴν ἐλάττονα καὶ βελτίονα. εἰ δὲ ἡ Ἀφροδίτη ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἐκ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἔσται τῷ ἔτει ἐκείνῳ πολυμετάβλητος καὶ λυπηθήσεται προφάσει τέκνων καὶ ἐχθρῶν καὶ γυναι κῶν καί τινες τούτων νοσήσουσιν ἢ τελευτήσουσιν. εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς, ἀμφο τέρων κεκακωμένων, τὰ αὐτὰ δηλοῖ οἷς ἐπὶ τοῦ τετραγωνισμοῦ εἴπομεν· εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφρο δίτη ἢ συσχηματίζεται ἐν τῷ ἑνὶ καιρῷ ἢ ἀκάκωτοι ἄμφω ὑπάρχουσιν, ἐλάττονα ἔσται τὰ δεινά. Εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ὑπάρχουσιν αὐτός τε καὶ ὁ Ἑρμῆς κεκακωμένοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἐκ τετραγώνου, τοῦ Ἄρεως ἐπιδεκατεύοντος, ἐν ἐκείνῳ τῷ ἔτει βλάψει τινὰς βλάβην φανερὰν ἄνευ τῆς οἱασοῦν προφάσεως καὶ συκο φαντήσει τινὰς καὶ κατηγορήσει καὶ μάχας ἕξει πολλάκις μετά τινων διά τινας οἰκονομίας καὶ βλαβήσεται τὰ μέγι στα προφάσει αὐτῶν καὶ προφάσει λόγων καὶ κατηγορη θήσεται ἐφ οἷς οὔτε ἔπραξεν οὔτε ἐλάλησε, καὶ μάλιστα εἰ ἡμερινὴ ὑπάρχει ἡ ἐναλλαγὴ διὰ τὸ παραιρέτην εἶναι τὸν τοῦτον τοῦ Ἄρεως· εἰ δὲ νυκτός ἐστιν ἡ ἐναλ λαγή, ἐλαττοῦται πάντα ὅσα προείπομεν. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ καθυπερτερεῖ τὸν τοῦ Ἄρεως, ἐν ἐκείνῳ τῷ ἔτει ἀδικήσει τινὰς καὶ κακοϋπόληπτος ἔσται καὶ ἁψίκορος καὶ μνησί κακος καὶ ἅρπαξ τῶν πραγμάτων καὶ ἀγωνιστικὸς περὶ τὴν τοῦ πλούτου συναγωγήν. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει ἀναιδὴς καὶ ἀναίσχυντος, τὸ ψεῦδος ἀσπαζόμενος καὶ τὴν ἀλήθειαν ἀποστρεφόμενος καὶ ἐπιχειρῶν δόλοις καὶ πανουργίαις· ἴσως δὲ καὶ δηλητήρια ψηλαφήσει διὰ τὸ βλάψαι τινὰς καὶ στενοχωρηθήσεται ἡ εἴσοδος αὐτοῦ καί τινας ἐγγυή σεται καὶ ἕξει διὰ ταῦτα φιλονεικίας καὶ κρίσεις καὶ βλαβήσεται προφάσει τῶν τοιούτων. εἰ δὲ ἔχει ὁ Κρόνος λόγον εἰς τὸν τοῦ Ἑρμοῦ τόπον, φεύξεται ὁ τὴν ἐναλ λαγὴν ἔχων ἀπὸ τῆς ἰδίας πατρίδος. εἰ δὲ συνοδεύει τού τῳ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς, ἐν ἐκείνῳ τῷ ἔτει προς τεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ ἀσπάσεται τοὺς δόλους καὶ τὰς πανουργίας καὶ τὰ ψεύδη καὶ τὰς φιλονεικίας. καὶ ἐὰν ὑπάρχωσι κεκακωμένοι, βλαβήσεται προφάσει τῶν τοιού των· εἰ δὲ ἀγαθύνονται, ὠφεληθήσεται δι αὐτῶν καὶ ἐπαινεθήσεται καὶ τεύξεται ὧν ἐπιθυμεῖ. εἰ δὲ ἄμφω κε κακωμένοι εἰσὶ καὶ ὕπαυγοι, κλέπταις προσομιλήσει καὶ ἐπιτηδεύσεται πλαστὰ γράμματα· εἰ δὲ ἀγαθύνονται, ὠφεληθήσεται προφάσει τῶν τοιούτων. εἰ δὲ συνοδεύει ὁ Ἑρμῆς τῷ Ἄρεϊ εἴτε συσχηματίζεται ἐν τῷ ἑνὶ καιρῷ, ἐλάττονα ἔσται τὰ εἰρημένα. Εἰ δὲ τοῦ Ἄρεως ὄντος χρονοκράτορος ὑπάρχει ἅμα καὶ ἡ Σελήνη κεκακωμένη κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἀπὸ τετραγώνου, τοῦ Ἄρεως καθυπερτεροῦντος, ἐν ἐκείνῳ τῷ ἔτει βλαβήσεται ἡ μήτηρ αὐτοῦ καὶ στενωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ὄψεται θάνατόν τινος τῶν φιλουμένων παρ αὐτοῦ ἤ τινος τῶν συγγενῶν αὐτοῦ ἢ ἀρρωστίαν ἕξει περὶ τὸν ἐγκέφαλον δι ἧς καὶ παραφρονήσει, καὶ μάλιστα ἐὰν ὁ Ἄρης ἐν ὁρίοις τοῦ Κρόνου ᾖ καὶ ἡ Σελήνη ἐν ὁρίοις τοῦ Ἄρεως ἢ τοῦ Ἑρμοῦ. εἰ δὲ καθυπερτερεῖ ἡ Σελήνη τὸν τοῦ Ἄρεως, βλα βήσεται ἐν ἐκείνῳ τῷ ἔτει ἡ μήτηρ αὐτοῦ καὶ ἡ μήτηρ τε καὶ αὐτὸσ στενοχωρηθήσονται περὶ τὸν πλοῦτον. εἰ δὲ διαμετρήσει τοῦτον ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, δεινῇ περιπεσεῖται νόσῳ καὶ τμηθήσεται μόριόν τι αὐτοῦ διὰ σιδήρου καὶ λύπας ὑποστήσεται προφάσει γυναικῶν. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκα κωμένοι, ἔσται πολύκοπος καὶ ἀρρωστήσει δεινῶς καὶ τμηθήσεται μέλος αὐτοῦ διὰ σιδήρου· εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τῷ ἑνὶ καιρῷ ἢ ἀκάκωτοι ὦσιν ἀμφό τεροι, ἔσται ἐλάττονα τὰ δεινά.
 
ιβ. Περὶ τῆς σημασίας τῶν τόπων ἐν οἷς τύχῃ ὁ Ἄρης χρονοκράτωρ ὤν
Ὅτε ἐστὶν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον [καὶ ὑπάρχει] ἀκάκωτος ἐν ἑνὶ τῶν τεσσάρων κέντρων, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλαγὴν ἔχων τεύξεται ὧν βούλεται ἀπὸ τῶν ἐξουσιαστῶν καὶ τῶν στρατιωτῶν καὶ ἔσται φοβερὸς παρὰ τοῖς ὁμοίοις αὐτῷ, νικητὴς τῶν ἐναντιουμένων αὐτῷ, ἐπαινετὸς ἐν πάσαις ταῖς ἀναστροφαῖς αὐτοῦ, καὶ εὑρήσει ἀξίαν καὶ δόξαν· εἰ δὲ μεσουρανεῖ, τεύξεται παρὰ βασιλέως ὧν βούλεται· καὶ εἰ ἐν ἑτέρῳ τόπῳ ἐστίν, ἔσται αὐτῷ τὰ ἀγαθὰ κατὰ τὴν τοῦ κέντρου φύσιν. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς κέντροις κατά τε πῆξιν καὶ κατὰ πάροδον, ἢ ἐμπρησμὸν ὑποστήσεται ἢ λῃστείαν ἢ ἀπὸ αἵματος ἀρρω στήσει ἢ ἀπὸ θερμῆς τινος διαθέσεως. εἰ δὲ ἀναποδίζει, φεύξεται ἀπὸ τῆς ἰδίας πατρίδος καὶ κινδύνους ὑποστήσε ται καὶ δέος μὴ καὶ ἀπὸ σιδήρου πάθῃ καὶ ἐξόδους ὑπο στήσεται προφάσει ἀποδημιῶν καὶ τέκνων, καὶ μάλιστα ἐὰν ἡμερινὴ τυγχάνῃ ἡ ἐναλλαγὴ καὶ ὑπάρχει ἐν τῷ μες ουρανήματι· εἰ δὲ ἐν τῷ δύνοντί ἐστι, συμβήσονται αὐτῷ νόσοι καὶ διὰ σιδήρου τομαὶ καὶ λύπαι διάφοροι, πλὴν ἐπικρατήσει τῶν ἐχθρῶν αὐτοῦ· εἰ δὲ ἐν τῷ δ ἐστί, δια φθαρήσεται οἰκήματα αὐτοῦ καὶ ὁ οἶκος ἐν ᾧ καταμένει καὶ πλοῦτον καταναλώσει καὶ συμφορὰς ὑποστήσεται διὰ διαφόρους αἰτίας, ὕστερον δὲ τούτων ἀπαλλαγήσεται. Εἰ δέ ἐστιν ὁ Ἄρης χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ια τόπῳ ἢ ἐν τῷ ε ἀγαθυνόμενος καὶ ἀκάκωτος, δηλοῖ εὐφροσύνην διὰ συγγενῶν καὶ προσθήκην τέκνων καὶ δόξης καὶ ἀξίας προφάσει φίλων καὶ ἔσται ταῦτα πάντα αὐτῷ διὰ στρατιωτικῶν προσώπων· ὠφελη θήσονται δὲ καὶ διὰ ἔργων πυρὸς καὶ αἵματος καὶ φρονή σει περὶ ἀποδημίας πολλάκις, ἴσως δὲ οὐ τελεσθήσεται. εἰ δὲ ὁ Ἄρης τύχῃ ἐπίκεντρος ἢ ἐν τοῖς δυσὶ τόποις τού τοις ἀκάκωτος καθὼς προείπομεν καὶ τύχῃ ὁ τὴν ἐναλλα γὴν ἔχων ἐπὶ ξένης πόρρωθεν τῆς οἰκείας πατρίδος, ὑπο στρέψει εἰς αὐτήν· εἰ δὲ ἐν τοῖς δυσὶ τόποις τούτοις ὑπάρχει ὁ Ἄρης κεκακωμένος, λύπας δηλοῖ καὶ φροντίδα παρὰ συγγενῶν καὶ τέκνων καὶ ἔχθρας φίλων. Εἰ δὲ ὁ Ἄρης χρονοκράτωρ ὢν ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ θ ἢ τῷ γ ἀκάκωτος, ἀποδημήσει ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ εὑρήσει ἀγαθὰ καὶ ἔσται δυνατὸς καὶ ἐπαινούμενος ἐν τῇ ἀποδημίᾳ αὐτοῦ· εἰ δὲ κεκακωμένος ἐστί, κατηγορηθήσεται ἐπί τισι πράγμασιν ὧν τὰ μὲν ἔσται ἀληθῆ, τὰ δὲ ψευδῆ, καὶ ἀποδημήσει καὶ ζημιω θήσεται καὶ ἀνάγκας ὑποστήσεται καὶ ἀρρωστήσει ἀπὸ θερμῆς νόσου καὶ ἀπὸ κινδύνου καὶ ἀπὸ θηρίων βλαβή σεται, καὶ μάλιστα ἐὰν ὁ Ἄρης ὑπάρχει ἐν τῷ Λέοντι ἢ ἐν τῷ Σκορπίῳ. Εἰ δὲ ὁ Ἄρης ὑπάρχει χρονοκράτωρ καὶ ἔστιν ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ β ἀκάκωτος, τεύξεται ἀγαθῶν καὶ ὠφεληθήσεται ἀπὸ πόρων ἀγνώστων· εἰ δὲ κεκακωμένος ἐστί, διασκορπίσει τὸν οἰκεῖον πλοῦτον καὶ διασκεδάσει. Εἰ δὲ ὁ Ἄρης ὢν χρονοκράτωρ ὑπάρχει ἐν τοῖς δυσὶ και ροῖς ἐν τῷ η ἀκάκωτος, ὠφέλειαν ποιήσει ἀπὸ νεκρικῶν καὶ κληρονομιῶν· εἰ δὲ ἐν αὐτῷ ἐστι κεκακωμένος, προ φάσει τῶν τοιούτων ὁ τὴν ἐναλλαγὴν ἔχων διαφορὰς ἕξει καὶ ἔριδας καὶ τὸν ἴδιον διασκορπίσει πλοῦτον. Εἰ δὲ ὁ Ἄρης ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ιβ ἀγαθυνόμενος καὶ ἀκάκωτος, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλαγὴν ἔχων μὴ σχολάζων ἐν τοῖς βιωφελέσι πράγμασιν· ὠφεληθήσεται δὲ διὰ γο νέων καὶ ἀμεριμνίαν ἕξει ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ· εἰ δὲ ἐν αὐτῷ ὑπάρχει κεκακωμένος, βλάβας ὑποστήσεται τῇ προφάσει τῶν τοιούτων. Εἰ δὲ ὁ Ἄρης ὢν χρονοκράτωρ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ἀκάκωτος καὶ ἀγαθυνόμενος, εὐεξίαν ἕξει ἐν τῷ σώματι, καθυπερτερήσει δὲ καὶ τῶν ἐναντιουμένων αὐτῷ· εἰ δὲ ἐν αὐτῷ ὑπάρχει κεκακωμένος, νόσους ἕξει ἀπὸ θερμότητος καὶ ὑγρότητος καὶ ζέσεως αἵματος· εἰ δὲ ἐπιβλέψει τοῦτον ὁ Κρόνος, γενήσεται σὺν τούτοις καὶ πύον καὶ νόσος ἀπὸ μελαίνης χολῆς. Εἰ δὲ ὁ Ἄρης ὑπάρχει κατὰ πῆξιν ἔν τινι τόπῳ τρόπον τινὰ διατεθειμένος, ὑπάρχει δὲ καὶ κατὰ πάροδον ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἐν ἐκείνῳ τῷ τόπῳ ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ κατήντησε τὸ ἔτος ἢ ἀπὸ τοῦ ὡροσκόπου τῆς ἐναλ λαγῆς, ἐφορᾷ δὲ τὸν κατὰ πῆξιν αὐτοῦ τόπον ἢ ὑπάρχει ἐν αὐτῷ, ἔσται τὰ τούτου ἀποτελέσματα πάνυ ἰσχυρά· εἰ δὲ παραλλάσσει, δεῖ σύγκρασιν ποιήσασθαι τῶν σημα σιῶν τῶν τόπων καθὼς προεδείξαμεν.

ιγ. Περὶ τῆς σημασίας τοῦ Ἡλίου ὅτε ἐστὶ χρονοκράτωρ καὶ ἀκάκωτοσ
Ὅτε τύχῃ ὁ Ἥλιος χρονοκράτωρ, οὐ λαμβάνομεν αὐτὸν τὸν Ἥλιον κατὰ πρῶτον λόγον εἰς τὸ ἀποτελέσαι περὶ τοῦ ἔτους ἐκείνου, ἀλλ ὁρῶμεν τὸ ζῴδιον ἐν ᾧ κατήντησεν ὁ περίπατος ἀπὸ τοῦ ἀφέτου εἴτε αὐτὸς ὁ Ἥλιος ἀφέτης ἐστὶν εἴτε τις ἕτερος, προσλαμβάνοντες σὺν αὐτῷ καὶ τὸν κατὰ πῆξιν ἀστέρα ἢ τὸν κατὰ πάροδον καὶ τὸν συσχη ματιζόμενον τῷ Ἡλίῳ ἀστέρα μέχρις ὅτου ἐν τῷ ζῳδίῳ ἐκείνῳ ὑπάρχει ὁ Ἥλιος. εἶτα ὁρῶμεν ἐν ᾧ τόπῳ ἐστὶν ὁ Ἥλιος καὶ προσλαμβάνομεν κατὰ δεύτερον λόγον τὰ ἐξ αὐτοῦ ἀποτελέσματα. καὶ εἰ μὲν ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος ἐν τῷ ἰδίῳ οἴκῳ ἢ τῷ ὑψώ ματι ἢ ἐν ἑτέρῳ τόπῳ ἐν ᾧ ἔχει λόγον καὶ ὑπάρχει ὑπὲρ γῆν ἐν ἀγαθοῖς τόποις, δηλοῖ τῷ ἔτει ἐκείνῳ ἐγγύτητα πρὸς τοὺς βασιλεῖς καὶ ἐπιτυχίαν ἀξίας καὶ βαθμοῦ περι φανοῦς καὶ προσθήκην δόξης καὶ πλούτου καὶ ἀδελφῶν· ἐπαινεθήσεται δὲ καὶ παρὰ πολλῶν καὶ ἐν συνόδοις καὶ ἀγωνίσεται περὶ τὰ οἰκεῖα ἔργα καὶ τοὺς λόγους καὶ τὴν γνῶσιν καί τινας μὲν βλάψει, τινὰς δὲ ὠφελήσει, καὶ προς τεθήσεται τῇ δουλείᾳ τῶν ἐξουσιαστῶν καὶ εὖ ἕξει τὰ κατὰ τοὺς γονεῖς αὐτοῦ καὶ τὰ κατὰ τοὺς μέσους ἀδελφούς. δεῖ δὲ προσέχειν ταῖς ἀκτινοβολίαις καὶ τοῖς κλήροις καὶ τοῖς δωδεκατημορίοις οἷς συνοδεύει ὁ Ἥλιος ἢ συσχη ματίζεται ἐν τοῖς δυσὶ καιροῖς· σημαίνει γὰρ τὰ ἀποτε λέσματα τὰ κατὰ φύσιν ἐκείνων. Εἰ δὲ ὁ Ἥλιός ἐστι χρονοκράτωρ καὶ συσχηματίζεται τούτῳ ἡ Ἀφροδίτη ἑξαγωνικῶς κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ εἴσιν ἄμφω ἀκάκωτοι, ἐπαινεθήσεται παρὰ πολλῶν τῷ ἔτει ἐκείνῳ ὁ τὴν ἐναλλαγὴν ἔχων καὶ ἔσται εὐκυβέρνητος καὶ προστεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ εὐ οδούμενος ἔσται ἔν τε λόγοις καὶ ἔργοις καὶ ὄψεται ὀνείρους ἐναργεῖς καὶ ἀληθεῖς. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Ἀφρο δίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκω τοι, ὑπάρχει δὲ καὶ ἡ ἐναλλαγὴ νυκτερινὴ καὶ ἡ Ἀφροδίτη ἑσπερία ἢ τῆς ἐναλλαγῆς ἡμερινῆς οὔσης ὑπάρχει ἐκείνη ἑῴα καὶ κατ ἄμφω τὰς διαθέσεις πόρρωθεν ἔχουσα τῶν ἡλιακῶν ἀκτίνων καὶ φαινομένη, ἐν ἐκείνῳ τῷ ἔτει τεύξε ται εὐεργεσιῶν παρὰ βασιλέων τέκνων καὶ βασιλέων καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ εὐστοχώτατος ἔσται ἐν πάσαις ταῖς ἀναστροφαῖς αὐτοῦ, εὐφρανθήσεται δὲ καὶ ἐπί τισιν ἀφροδισιακοῖς ἔργοις· εἰ δὲ παραλλάσσει τὰ τῆς ἐναλλαγῆς κατά τε τὴν νύκτα καὶ τὴν ἡμέραν, ὑπ άρχει δὲ ὅμως ἡ Ἀφροδίτη σὺν τῷ Ἡλίῳ μὴ ὕπαυγος, ἀφαιρεῖται τῶν ῥηθέντων τινά. Εἰ δὲ ὁ Ἥλιος ὑπάρχει χρονοκράτωρ καὶ ὑπάρχει ἅμα τῷ Ἑρμῇ ἀκάκωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, πόρρωθεν μέντοι ᾖ ὁ Ἑρμῆς τῶν ἀκτίνων αὐτοῦ εἴτε ἑῷος εἴτε ἑσπέριος, ἐν ἐκείνῳ τῷ ἔτει ἐγχειρισθήσεταί τινα ἀρ χὴν καὶ κυριεύσει πολλῶν καὶ προσκείσεται τῷ ἀναγινώ σκειν καὶ τῷ γράφειν καὶ ὁμιλήσει νοταρίοις ἐνδόξοις καὶ ἐπαινούμενος ἔσται παρὰ πολλῶν καὶ μακαριζόμενος παρὰ πάντων καὶ ὠφεληθήσεται διὰ δούλων καὶ ὑπουργῶν. Εἰ δὲ τοῦ Ἡλίου ὄντος χρονοκράτορος ἐπιβλέψει τούτῳ ἡ Σελήνη ἀπὸ τριγώνου ἢ ἑξαγώνου κατά τε πῆξιν καὶ [καὶ] κατὰ πάροδον, ἐπικτήσεται πλοῦτον ἀξιόλογον καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ τεκνογονήσει καὶ ἔσται ἐν ἀγαθοῖς μεταχειριζόμενος τὰ πράγματα ἃ σημαίνει ἡ Σελήνη. εἰ δὲ ἐπιβλέψει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ και ροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, τεύξεται τιμῆς καὶ πλούτου καὶ διαφόρων ὠφελειῶν καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ εὐτυχήσει ἐν ταῖς διοική σεσιν. εἰ δὲ συσχηματισθῇ τούτῳ ἡ Σελήνη ἀπὸ διαμέ τρου ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκω τοι, πληθυνθήσονται ἔριδες αὐτοῦ καὶ αἱ μάχαι καὶ ἔσται πολύλογος καὶ καθυπερτερήσει τῶν ἐχθρῶν αὐτοῦ. εἰ δὲ συνοδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρ χουσιν ἄμφω ἀκάκωτοι, ὑπάρχει δὲ πόρρωθεν τῶν αὐγῶν αὐτοῦ ἡ Σελήνη, τὰ αὐτὰ δηλοῖ ἅπερ καὶ ἐπὶ τοῦ ἑξαγώ νου εἴπομεν, πλὴν ὑποστήσεται λύπας ὧν ἡ ἀπόβασις εἰς ἀγαθὸν γενήσεται, χρήσεται δὲ καὶ δόλοις καὶ πράγμασι κρυφίοις· εἰ δὲ ὕπαυγός ἐστιν ἡ Σελήνη ἐν τοῖς δυσὶ και ροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, προσκείσεται τῷ συρράπτειν δόλους καὶ δολιεύεσθαι καὶ ἀδικεῖν καὶ ἀπὸ τῶν τοιούτων βλαβήσεται. σὺν τούτοις πᾶσιν ὅτε ὑπάρ χουσιν οἱ ἀστέρες ἐγκάρδιοι καὶ ἀκάκωτοι, ἀγαθὰ ἔσται τὰ δηλούμενα· εἰ δὲ κεκακωμένοι, τὸ ἐναντίον.

ιδ. Περὶ τῆς χρονοκρατορίας τοῦ Ἡλίου ὅτε ἐστὶ κεκακωμένοσ
Ὅτε ἐστὶ χρονοκράτωρ ὁ Ἥλιος, προείπομεν ὅτι τοῦ ἐπιμερίζοντός ἐστιν ἡ σημασία καὶ τοῦ κυρίου τοῦ ζῳ δίου ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἀπὸ τοῦ ἀφέτου, κοινω νούντων αὐτοῖς καὶ ὧν προείπομεν πρότερον. εἰ δὲ ὁ Ἥλιός ἐστι κεκακωμένος, δηλοῖ ὡς ὁ τὴν ἐναλλαγὴν ἔχων ὑπο στήσεται ἀνάγκας ἐξ ὧν προφάσεων προείπομεν καὶ κα κῶς ἕξει τὰ κατὰ τοὺς γονεῖς καὶ τὰ περὶ τῆς δόξης καὶ τῆς ἀξίας τοῦ τὴν ἐναλλαγὴν ἔχοντος. δεῖ δὲ ἐπιτηρεῖν τὰς πρὸς τὰς ἀκτῖνας καὶ τοὺς κλήρους συνόδους αὐτοῦ καὶ τὰ δωδεκατημόρια· κατὰ γὰρ τὰ γένη τῶν σημασιῶν αὐτῶν ἔσται ἡ κάκωσις. Εἰ γοῦν ὁ Ἥλιος ὑπάρχει χρονοκράτωρ καὶ ἐπιθεωρήσει τοῦτον ἡ Ἀφροδίτη κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, δηλοῖ ὅτι λυπηθήσεται προφάσει ἐξουσιαστῶν καὶ γυναικῶν καὶ χρημάτων καὶ ἔσται ἐν ἀκηδίᾳ καὶ πολλῇ λύπῃ καὶ ὑπ άρξει κακοκυβέρνητος καὶ παρὰ πολλῶν ψεχθήσεται καὶ κατηγορηθήσεται. εἰ δὲ συνοδεύει τούτῳ ἡ Ἀφροδίτη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ὑπ άρχει δὲ ἡ Ἀφροδίτη ὕπαυγος, ὑποστήσεται παρὰ γυναικῶν καὶ προφάσει αὐτῶν καὶ παρὰ ἐχθρῶν καὶ διὰ πλοῦτον καὶ τέκνα λύπας καὶ κακοπαθήσει τὸ σῶμα διὰ νόσον καὶ κατηγορηθήσεται παρὰ πολλῶν καὶ χρήσεται δόλοις καὶ πανουργίαις καί τισι κρυφίοις καὶ διὰ ἀφροδισιακὰ ἔργα βλαβήσεται. Εἰ δὲ ὁ Ἥλιος ὑπάρχει χρονοκράτωρ καὶ συνοδεύσει ὁ Ἑρμῆς κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι ἢ ὕπαυγος ὁ τοῦ Ἑρμοῦ, ὑποστήσεται λύπας καὶ βλάβας διαφόρους παρὰ ἐξουσιαστοῦ καὶ παρά τινων δυναστευόντων καί τις τῶν δυναστῶν ὀργισθήσεται κατ αὐτοῦ· προστεθήσεται δὲ μηχανογραφίαις καὶ ἐπι τηδεύμασι καὶ γραφαῖς καὶ ἐξουσιασταῖς καὶ ὑποχείριος ἔσται τινὸς καὶ ἔριδας ἕξει διὰ διαφόρους ὑποθέσεις καὶ λυπηθήσεται διὰ τέκνα καὶ δούλους καὶ ὑπηκόους. Εἰ δὲ ὁ Ἥλιος ὑπάρχων χρονοκράτωρ σχηματισθῇ τῇ Σελήνῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ τριγώνου ἢ ἑξαγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἀφαιρεῖ ται διὰ τὸ σύμφωνον σχῆμα ἐξ ὧν εἴπομεν δεινῶν, πλὴν ἔσται πολυτάραχος καὶ πολλὰ ἐγχειριζόμενος ἔργα. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετρα γώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἐξενεχθή σεται εἰς ἔριδας καὶ νόσους καὶ διαφθαρήσεται ὁ βίος αὐτοῦ καὶ λυπηθήσεται διὰ πλοῦτον καὶ καταδυναστεύ σουσιν αὐτοῦ τινες καὶ φθονηθήσεται παρὰ πολλῶν, πλὴν δυνήσεται βλάψαι οὓς βούλεται. εἰ δὲ ἐπιβλέψει τοῦτον ἡ Σελήνη ἀπὸ διαμέτρου ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, χωρήσει εἰς ἔριδας καὶ διενέξεις καὶ βλαβήσεται παρά τινος δυνάστου πολλάκις καὶ ὀργισθήσεται κατ αὐτοῦ καὶ λυπηθήσεται διά τινας γυναῖκας καὶ συγγενεῖς καὶ τέκνα καὶ πλοῦτον. εἰ δὲ συν οδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, ὕπαυγος οὖσα, φόβους ὑποστήσεται καὶ διαφόρους βλάβας καὶ λυπηθήσεται παρά τινος τῶν ἐξουσιαστῶν καὶ προφάσει γονέων. εἰ δὲ οἱ δηλωθέντες σχηματισμοὶ ἐν τῷ ἑνὶ ὑπ άρχουσι καιρῷ, ἀσθενέστερα ἔσται τὰ ἀποτελέσματα.

ιε. Περὶ τῆς σημασίας τοῦ Ἡλίου ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἔν τινι τόπῳ τοῦ δια θέματοσ
Ὅτε ὑπάρχει ὁ Ἥλιος χρονοκράτωρ καὶ ᾖ κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος καὶ ἐπίκεντρος, ἔσται ὁ τὴν ἐναλλαγὴν ἔχων τῷ ἔτει ἐκείνῳ περίδοξος καὶ εὑρήσει ἀγαθὰ καὶ ἐπαινεθήσεται παρὰ πολλῶν. εἰ δέ ἐστιν ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι, προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ περίφημος ἔσται παρὰ τοῖς ὁμοίοις αὐτῷ καὶ τεύξεται ἀγαθῶν παρὰ βασιλέως· καὶ εἴπερ ἐστὶν ἐν τῷ ζ, ἐγχειρισθήσεται διαφόρους κυβερνήσεις καὶ κατακυ ριεύσει τῶν ἐχθρῶν καὶ ἐν εὐρωστίᾳ ἔσται καὶ ὠφεληθή σεται παρὰ γυναικῶν· εἰ δὲ ὑπάρχει ἐν τῷ δ, ὠφεληθή σεται προφάσει οἰκημάτων καὶ γονέων καὶ γερόντων. εἰ δὲ ὁ Ἥλιος ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τοῖς τοιούτοις τόποις κεκακωμένος, βλαβήσεται κατὰ τὴν σημασίαν τοῦ κέντρου ἐν ᾧ ἐστι καὶ φόβους ὑποστήσεται παρὰ βασιλέως. Εἰ δέ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ια ἢ τῷ ε ἀκάκωτος, ἔσται ὁ τὴν ἐναλλαγὴν ἔχων ἐν ἐκείνῳ τῷ ἔτει τρυφῶν διά τε τροφῶν καὶ ἱματισμῶν καὶ ὠφεληθήσεται διὰ φίλων καὶ εὐφρανθήσεται ἐπὶ τέκνοις ἢ προστεθήσεται τέκνον καὶ πλείων ἡ εἰσφορὰ αὐτοῦ γενήσεται καὶ δέξεται δεξιώ ματα καὶ διαφόρους ἐπιστολάς. εἰ δ ἐστιν ἐν τοῖς δυσὶ τόποις τοῖς εἰρημένοις κεκακωμένος, λυπηθήσεται προ φάσει τέκνων καί τινων ἐχόντων ἐξουσίαν· κακώσουσι γὰρ αὐτοὶ καὶ ἐναντιωθήσεται τούτοις καὶ λυπηθήσεται διὰ τέκνα. Εἰ δέ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ θ ἢ τῷ γ τόπῳ ἀκάκωτος, ἀποδη μήσει προφάσει ἐξουσιαστοῦ καὶ ἐπαινεθήσεται παρὰ πολ λῶν ἐν πιστότητι καὶ ὠφεληθήσονται δι αὐτοῦ οἵ τε ἀδελφοὶ καὶ οἱ συγγενεῖς· ὁμοίως δὲ καὶ οὗτος ὠφεληθή σεται παρ αὐτῶν. εἰ δέ ἐστι κεκακωμένος ἐν τοῖς ῥηθεῖσι τόποις, λοιδορηθήσεται παρὰ πολλῶν ἕνεκε δογμάτων καὶ ποιήσει ἀνόνητον ἀποδημίαν ἐν ᾗ καὶ βλαβήσεται καὶ λυπηθήσεται διά τινων ἀποδήμων καὶ δι ἀδελφῶν καὶ συγγενῶν. Εἰ δέ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ β ἢ ἐν τῷ η ἀκάκωτος, δηλοῖ ἡσυχίαν καὶ ἠρεμίαν ἐν ἐκείνῳ τῷ ἔτει καί τινες εἰσφοραὶ αὐτῷ ἔσονται χωρὶς κόπου καὶ μόχθου. εἰ δὲ κεκακωμένος ἐστὶ ἐν τοῖς δυσὶ καιροῖς, εὐκαιρίαν δηλοῖ ἤγουν σχολὴν καὶ ὀλιγωφέλειαν καὶ κακουχίαν ἐν ταῖς περὶ τὸν βίον ἀνα στροφαῖς καὶ ἀμέλειαν καὶ ῥαθυμίαν καὶ περιφρόνησιν τῶν δεόντων. Εἰ δ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ἀκάκωτος, δηλοῖ ἠρεμίαν καὶ σω τηρίαν. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ νόσον ἀπὸ θερμό τητος καὶ ξηρότητος καὶ ἀλγηδόνα περὶ τὰ ἄνω μέρη τοῦ σώματος καὶ ἐν τῇ κεφαλῇ καὶ ἐν τοῖς ὀφθαλμοῖς. Εἰ δ ἐστιν ὁ Ἥλιος χρονοκράτωρ καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ιβ ἀκάκωτος, δηλοῖ ὡς ἀκάκωτος ἔσται παρὰ τῶν ἐχθρῶν. εἰ δὲ κεκακωμένος ἐστί, δηλοῖ συνοχὴν καὶ λύπας καὶ ἐξορίαν. εἰ δὲ ὁ Ἥλιος ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐφ ὁμοίας διαθέσεως, ἔσται τὰ ἀποτελέσματα βεβαιότερα· εἰ δὲ παραλλάσσει, ἔσται ἀσθενέστερα.

ις. Περὶ τῆς σημασίας τῆς Ἀφροδίτης ὅτε ὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἀκάκωτοσ
Ὅτε ἐστὶν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχει ἀκά κωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν ἰδίῳ οἴκῳ ἢ ἐν τόπῳ ἐν ᾧ ἔχει λόγον, ἐν ἐκείνῳ τῷ ἔτει ὁ τὴν ἐναλλα γὴν ἔχων ἔσται ἐν εὐφροσύνῃ καὶ παιδιαῖς καὶ ἀκροάσει μελῳδιῶν καὶ συνουσίαις καὶ ἱματισμῶν περιβολῇ καὶ μύρων χρίσει· ὁμιλήσει δὲ φίλοις καὶ ἐπικτήσεται καὶ ἑτέρους φίλους καὶ συζευχθήσεται γυναικὶ καὶ χρήσεται καλλωπισμοῖς. καὶ εἰ μέν ἐστιν ἐν τῷ ἰδίῳ οἴκῳ, περιγε νήσονται αὐτῷ τὰ ἀγαθὰ ἀπό τινος γνωρίμου προσώπου· εἰ δὲ ἐν ἀλλοτρίῳ, καὶ ἐπὶ ξένης καὶ διὰ ξένου προσώπου. ἐπισκεπτέον δὲ καὶ τὰς ἀκτινοβολίας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ἡ Ἀφροδίτη ἢ συσχημα τίζεται ἐν τοῖς δυσὶ καιροῖς συμφώνῳ σχήματι· δηλοῖ γὰρ εὐεξίαν καὶ εὐτυχίαν κατὰ τὴν σημασίαν αὐτῶν. Καὶ εἰ ἔστιν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτή τε καὶ ὁ Ἑρμῆς κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτοι, τοῦ Ἑρμοῦ ἐφορῶντος αὐτὴν ἀπὸ ἑξαγώνου, ἐν ἐκείνῳ τῷ ἔτει ἀσπάσεται τὰς παιδιὰς καὶ τὰς ἡδονὰς καὶ προστεθήσονται τὰ τέκνα αὐτοῦ καὶ αἱ γυναῖκες· ὁμι λήσει δὲ καὶ γυναιξὶ πεπαιδευμέναις καὶ ὡραίαις καὶ ἀσχοληθήσεται ἐν εὐφροσύναις ἐπ αὐταῖς καὶ ἐγκαλλω πισμοῖς· ὁμιλήσει δὲ καὶ ἀνδράσι πεπαιδευμένοις καὶ λο γίοις καὶ ἀστείοις καὶ πολιτικοῖς καί τινα ἐπιγνώσεται τῶν κεκρυμμένων μυστηρίων καί ποτε λυπηθήσεται δι ἃ προείπομεν. εἰ δὲ ἐφορᾷ ταύτην ὁ Ἑρμῆς ἀπὸ τετρα γώνου ἐν τοῖς δυσὶ καιροῖς, τοῦ Ἑρμοῦ καθυπερτεροῦν τος αὐτὴν ἢ καὶ τῆς Ἀφροδίτης καθυπερτερούσης αὐτόν, ἐν ἐκείνῳ τῷ ἔτει ἀγαπηθήσεται παρὰ πολλῶν καὶ προς τεθήσεται τῇ τε παιδεύσει καὶ τοῖς γράμμασι καὶ τοῖς μαθήμασι καὶ τοῖς καλλωπισμοῖς καὶ ταῖς ζωγραφίαις καὶ προστεθήσεται ἡ ἀξία αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶν ὡραιοτάταις, πλὴν λυπηθήσεται κατά τινας καιροὺς διά τινας περικοπάς. εἰ δὲ συνοδεύσει ταύτῃ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω ἀκά κωτοι, ἐν ἐκείνῳ τῷ ἔτει ἀσπάσεται παιδιὰς καὶ τὰς εὐφροσύνας καὶ προσανάκειται γυναιξὶ πεπαιδευμέναις καὶ εὐφρανθήσεται ἐπ αὐταῖς καὶ ἐπὶ τέκνοις καὶ ἐπιτηδεύ σεται συνθέσεις λόγων καὶ ἁρμονίας πραγμάτων τινῶν καὶ ζωγραφίας καὶ τορνεύσεις καὶ μυρωδίας καὶ προς τεθήσεται ἡ εὐφυΐα αὐτοῦ καὶ εὐεργετήσει πολλοὺς καὶ διαγνώσεται πολλὰ τῶν ἀποκρύφων μυστηρίων καὶ κόπον ὑποστήσεται καὶ ἀποδημίαν ποιήσει. Εἰ δὲ ἡ Ἀφροδίτη ἐστὶ χρονοκράτωρ καὶ σχηματισθῇ ταύτῃ ἡ Σελήνη κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀπὸ τριγώνου ἢ ἑξαγώνου, ἐν ἀγαλλιάσει ἔσται τῷ ἔτει ἐκείνῳ καὶ εὐφρανθήσεται ἐπὶ γυναιξὶν οἰκείαις τε καὶ ἀλλοτρίαις· ἴσως καὶ παίδων ἐρασθήσεται καὶ παιδιαῖς χρήσεται. εἰ δὲ ἀπὸ τετραγώνου συσχηματισθῇ ταύτῃ ἡ Σελήνη, καθ υπερτερεῖ δὲ αὐτήν, προστεθήσεται ὁ πλοῦτος ἐν ἐκείνῳ τῷ ἔτει καὶ λυπηθήσεται διὰ γυναῖκας καὶ ἡδονάς· εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ ταύτην, ἔσται ἐν ἐκείνῳ τῷ ἔτει ἀγαπώμενος παρὰ πολλῶν καὶ εὐοικονόμητος· πάλιν λυπηθήσεται διὰ γάμον καὶ γυναῖκας καὶ συνουσιάσει γυναιξὶν ἀγενέσι καὶ εὖ ἕξει τὰ κατὰ τὴν μητέρα αὐτοῦ. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει ταύτην ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου, προφάσει γυναικῶν καὶ τέκνων λυπηθήσεται. εἰ δὲ συνοδεύσει ταύτῃ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, ἔσται ἱλαρὸς καὶ εὐπαίδευτος καὶ ἀγωνισθήσεται περὶ ἀλλοτρίας γυναῖκας, τῶν οἰκείων γυναικῶν καταφρονήσας, καὶ ἀκηδιάσει πρὸς αὐτάς·  


ιζ. Περὶ τῆς Ἀφροδίτης ὅτε ἐστὶ χρονοκρά τωρ καὶ ὑπάρχει κεκακωμένη
Ὅτε ἐστὶν ἡ Ἀφροδίτη κεκακωμένη καὶ ὑπάρχει χρονο κράτωρ κατά τε πῆξιν καὶ κατὰ πάροδον, πρὸς δὲ εἰ ὑπάρχει ἐν ἀλλοτρίῳ ζῳδίῳ, πείσεται ἐν ἐκείνῳ τῷ ἔτει λύπας καὶ μεγάλας περιστάσεις καὶ φανερὰς ἐν πάσαις ταῖς ἀφροδισιακαῖς ὑποθέσεσι· λυπηθήσεται δὲ ἐπὶ φί λοις καὶ τέκνοις καὶ γυναιξὶ καὶ χάριν καλλωπισμοῦ καὶ παιδιᾶς καὶ ἱματισμοῦ καὶ βρωμάτων καὶ πομάτων. καὶ εἰ μὲν ἔχει λόγον τινὰ ἐν τῷ ζῳδίῳ ἐκείνῳ, λυπηθήσεται διὰ γυναῖκας· εἰ δὲ οὐκ ἔχει, λυπηθήσεται περὶ ἀλλο τρίων. εἰ δέ ἐστιν ἐν ζῳδίῳ ἐχθροῦ αὐτῆς, ὑποστήσεται τὰ τοιαῦτα παρὰ ἐχθρῶν καὶ προφάσει αὐτῶν· εἰ δὲ ἐν ζῳδίῳ φίλου αὐτῆς, πείσεται τὰ τοιαῦτα παρὰ φίλου. εἰ δὲ μὴ ἔστι τὸ ζῴδιον ἐν ᾧ ὑπάρχει ἀνθρωποειδές, δηλοῖ ἀσθένειαν σώματος καὶ νόσον καὶ λύπας ἐπί τε γυναιξὶ καὶ μητράσι καὶ τοῖς κατ αὐτὰς πράγμασιν· καὶ εἰ ἀνα ποδίζει ἡ Ἀφροδίτη ἤ ἐστιν ὕπαυγος, βεβαιοῖς τὰ προειρη μένα καὶ θολωθήσεται ἡ εὐφροσύνη αὐτοῦ καὶ αἱ ἡδοναὶ καὶ λυπηθήσεται δι αὐτὰς καὶ ὑποστήσεται βλάβας προ φάσει τρυφῆς· εἰ δὲ τοιουτοτρόπως διακειμένη ὑπ άρχει μετὰ τοῦ κλήρου τοῦ γάμου, δηλοῖ ἀθυμίας ἕνεκε γυναικῶν. δεῖ δὲ καὶ τὰς ἀκτινοβολίας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια ἐπισκοπεῖν οἷς συνοδεύει ἡ Ἀφρο δίτη ἢ οἷς συσχηματίζεται σχήματι ἐναντίῳ. εἰ δέ ἐστιν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένη, δηλοῖ κάκωσιν ἐν οἷς σημαίνει πράγμασιν. Εἰ δὲ χρονοκράτωρ οὖσα ἡ Ἀφροδίτη ὑπάρχει ἅμα τῷ Ἑρμῇ κεκακωμένη κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῇ τούτῳ ἑξαγωνικῶς, δηλοῖ λύπας καὶ ταρα χὰς ἐν οἷς ἐσήμαινον πράγμασιν ὅτε συνεσχηματίζοντο ἀκάκωτοι ὄντες. εἰ δὲ συσχηματισθῇ ὁ Ἑρμῆς τῇ Ἀφρο δίτῃ τετραγωνικῶς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, λυπηθήσεται καὶ βλαβήσεται καὶ κακόφημος ἔσται προ φάσει γυναικῶν καὶ οἰκονομιῶν καὶ ἐπὶ πᾶσιν οἷς ἐσή μαινον πράγμασιν ὅτε τοιουτοτρόπως ἐσχηματίζοντο ἀκάκωτοι ὄντες. εἰ δὲ συνοδεύει ταύτῃ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχουσιν ἄμφω κεκακωμένοι, ἀγωνι σθήσεται ἐπὶ γυναιξὶ καὶ παιδιαῖς καὶ εὐφροσύναις καὶ βλαβήσεται ἕνεκεν αὐτῶν, ἔστι δὲ καὶ ἕνεκε γραμμάτων καὶ νοταρικῶν, καὶ ἐπὶ πᾶσι τοῖς πράγμασιν οἷς ἐσήμαναν τοιούτῳ συσχηματισθέντες σχήματι καὶ ἀκά κωτοι ὄντες. Εἰ δὲ ὑπάρχει ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ἅμα αὐτῇ ὑπάρχει ἡ Σελήνη κεκακωμένη κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματισθῇ ταύτῃ τριγωνικῶς ἢ ἑξαγω νικῶς, ἐν ἐκείνῳ τῷ ἔτει πολυποίκιλος ἔσται περὶ τὰς συνουσίας καὶ τὰς γυναῖκας καὶ πείσεται λύπας ἕνεκεν αὐτῶν τε καὶ μητρῶν καὶ ἐπελεύσονται αὐτῷ φῆμαι λυ πηραὶ διάφοροι καὶ ἐμποδισθήσεται περὶ τὰς εὐφροσύνας αὐτοῦ καὶ τὰς ἡδονάς. εἰ δὲ ἡ Σελήνη ἐπιβλέψει ταύτην ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω κεκακωμέναι, τῆς Σελήνης καθυπερτερούσης αὐ τήν, βλαβήσεται ἕνεκε γυναικῶν καὶ λυπηθήσεται ἕνεκε πλούτου· εἰ δὲ καθυπερτερεῖ ταύτην ἡ Ἀφροδίτη, κακο οικονόμητος ἔσται καὶ λυπηθήσεται διὰ βίον καὶ γάμον καὶ γυναιξὶν εὐτελέσι συνευνασθήσεται. εἰ δὲ διαμετρήσει ταύτην ἡ Σελήνη, λυπηθήσεται ἕνεκε γάμου καὶ ἀρρω στήσει ἢ τελευτήσει τις τῶν παίδων αὐτοῦ. εἰ δὲ συν οδεύσει ταύτῃ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, ἀκηδιάσει καὶ λυπηθήσεται παρά τινων λογίων, κεκακωμένων οὐσῶν δηλονότι, καὶ διαφορὰν ἕξει μετὰ τῶν συγγενῶν καὶ οὗτος μὲν ἀλλοτρίαις μιγήσεται γυναιξίν, αἱ δὲ γυναῖκες αὐτοῦ ἀλλοτρίοις ἀνδράσι. καὶ εἰ ἔστιν ὁ συσχηματισμὸς ἐν τῷ ἑνὶ καιρῷ, ἀσθενέστερα ἔσται τὰ ἀποτελέσματα.  


ιη. Περὶ τῆς Ἀφροδίτης ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἔν τινι τόπῳ τοῦ διαθέματοσ
Ὅτε ἐστὶν ἡ Ἀφροδίτη χρονοκράτωρ καὶ ὑπάρχει κατά τε πῆξιν καὶ κατὰ πάροδον ἐν τοῖς τέσσαρσι κέντροις ἀκά κωτος, δηλοῖ ὡς ὁ τὴν ἐναλλαγὴν ἔχων εὐφρανθήσεται διὰ διαφόρους αἰτίας καὶ χαρὰν ἕξει ἀπὸ ἐξουσιαστοῦ καὶ ἀρχόντων καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὁ πλοῦτος καὶ τὰ ζῷα καὶ ταῖς πύλαις τῶν βασιλέων προσκαρτερή σει καὶ διαφόρων ἱματισμῶν ἐπαπολαύσει καὶ εὐφρανθή σεται ἐπὶ γυναιξὶ καὶ παχυνθήσεται ἡ συνουσία αὐτοῦ καὶ τεύξεται τῶν ἐπιθυμιῶν αὐτοῦ καὶ προστεθήσεται ἡ ἀκίνητος αὐτοῦ περιουσία. εἰ δὲ ἀναποδίζει ἐν τοῖς τοιού τοις τόποις, τεύξεται μὲν τῶν προειρημένων πλὴν ἀπὸ τρόπων ἀσέμνων· εἰ δὲ ὑπάρχει ἐν τοῖς τοιούτοις τόποις κεκακωμένη, ἔσται τεταραγμένος περὶ τὸν οἰκεῖον βίον καί τινας ὑποστήσεται ζημίας καί τινες λοιδορήσουσιν αὐτὸν καὶ φιλονεικίας ἕξει πρός τινας καὶ λύπας καὶ ἀθυ μίας κατὰ τὴν φύσιν τοῦ κέντρου ἐν ᾧ ὑπάρχει. καὶ εἰ μὲν κακοῦται ὑπὸ τοῦ Κρόνου, νόσοις περιπεσεῖται ψυχραῖς δια φόροις καὶ ἐναντίαις ὡς ἐπιληπτικοῖς πάθεσι καὶ ῥίγεσι καὶ φρενίτισιν· εἰ δὲ ὑπὸ τοῦ Ἄρεως κακοῦται, λυπη θήσεται προφάσει γυναικῶν καὶ συνουσίας καὶ ἐμπρησμὸν ὑποστήσεται ἢ λῃστευθήσεται καὶ ζέσις αἵματος περὶ αὐτὸν γενήσεται· καὶ εἰ ἐν τῷ τετάρτῳ ἐστί, θάνατον ὄψεται γυναικός. Ὅτε δέ ἐστι χρονοκράτωρ ἡ Ἀφροδίτη καὶ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ια ἢ τῷ ε ἀκάκωτος, προσθήκην ἕξει φίλων καὶ γυναικῶν καὶ πραγμάτων καὶ εὐφρανθή σεται ἐπὶ τέκνοις ἢ ἕξει τέκνον. εἰ δὲ κεκακωμένη ἐστί, λυπηθήσεται ἀναιτίως ἢ διὰ γυναῖκας καὶ τέκνον καὶ ἐχθροὺς ποιήσει τοὺς φίλους. Εἰ δὲ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ θ ἢ ἐν τῷ γ τόπῳ ἀκάκωτος, ἀποδημήσει τῷ ἔτει ἐκείνῳ καὶ εὑρήσει ἀγαθὰ ἐν τῇ ἀποδημίᾳ καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ ὠφεληθήσεται [διὰ πολλῶν καὶ ὠφεληθήσεται] δι ἀδελφῶν καὶ συγγενῶν καί τις τῶν γυναικῶν αὐτοῦ ἀπο δημήσει. εἰ δέ ἐστι κεκακωμένη, ἀποδημήσει ἀσύμφορον ἀποδημίαν καὶ ὡς ἄπιστον αὐτὸν δοξάσουσί τινες καὶ φιλονεικήσει τοῖς φίλοις αὐτοῦ καὶ μέρος τοῦ πλούτου αὐτοῦ ἀπολεσθήσεται. Εἰ δὲ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ η ἢ τῷ β ἀκά κωτος, ὠφεληθήσεται παρὰ εὐτελῶν ἀνθρώπων ἢ ἀπὸ κακῆς πράξεως· ἰδίως δὲ ἐν τῷ η σημαίνει πλῆθος ἐξ όδων. εἰ δὲ κεκακωμένη ἐστὶν ἐν τῷ β, σημαίνει ἀμέ λειαν αὐτοῦ καὶ ῥαθυμίαν καὶ πλούτου ἐλάττωσιν· εἰ δὲ ἐν τῷ η, δηλοῖ ἀνωφέλειαν καὶ διαμάχας. Εἰ δὲ ὑπάρχει ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ ἢ τῷ ιβ ἀκά κωτος, ὠφεληθήσεται διὰ εὐτελῶν ἀνθρώπων καὶ προ φάσει φαρμάκων. εἰ δέ ἐστι κεκακωμένη ἐν τῷ , δηλοῖ νόσον  τῆς μὲν κακώσεως οὔσης παρὰ τοῦ Κρόνου ἀπὸ μελαίνης χολῆς, παρὰ τοῦ Ἄρεως ἀπὸ αἵματος, παρὰ δὲ τοῦ Ἡλίου ἀπὸ θερμότητος. εἰ δέ ἐστι κεκακωμένη ἐν τῷ ιβ, λυπηθήσεται παρὰ ἐχθρῶν καὶ συνοχὴν ὑποστήσεται. Καὶ εἰ μέν ἐστι κατὰ πῆξιν ἡ Ἀφροδίτη καὶ κατὰ πάρ οδον ὁμοίαν ἔχουσα διάθεσιν καὶ τῷ αὐτῷ τόπῳ ὑπάρχου σα, βεβαιότερα ἔσται τὰ ἀποτελέσματα· εἰ δὲ παραλ λάσσει, ἀσθενέστερα. ὅτε δὲ ὑπάρχει ἡ Ἀφροδίτη κατὰ τὴν ἐναλλαγὴν ἐν ἀποκλίματι, δηλοῖ ὡς ἡ εὐφροσύνη τοῦ τὴν ἐναλλαγὴν ἔχοντος συγχυθήσεται καὶ βλαβήσεται διὰ βρωμάτων καὶ πομάτων, καὶ μάλιστα εἰ ὁ χρόνος κατέλη ξεν ἐπὶ τὸν τόπον τοῦ Κρόνου ἢ ὁ Κρόνος ὑπάρχει ἔν τινι κέντρῳ τῆς ἐναλλαγῆς.  

ιθ. Περὶ τῆς σημασίας τοῦ Ἑρμοῦ ὅτε ὑπάρχει χρονοκράτωρ καὶ ᾖ ἀκάκωτοσ
Ὅτε ὑπάρχει ὁ Ἑρμῆς χρονοκράτωρ καὶ τυγχάνει ἀκά κωτος κατά τε πῆξιν καὶ κατὰ πάροδον, δηλοῖ τῷ ἔτει ἐκείνῳ ἐπίκτησιν πλούτου καὶ ἔπαινον παρὰ πολλῶν καὶ ὠφέλειαν προφάσει ἐμπορίας καὶ συνέσεως καὶ γνώσεως καὶ παιδεύσεως καὶ λόγων καὶ διαλέξεων καὶ ἔριδος καί τινων οἰκονομιῶν· ἀρεστὸς δὲ ὀφθήσεται παρὰ πᾶσι καὶ ἐπαινεθήσεται παρὰ πολλῶν. δεῖ δὲ ἐφορᾶν καὶ τὰς ἀκτῖ νας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια οἷς συνοδεύει ἢ συσχηματίζεται ὁ Ἑρμῆς [κατά τε πῆξιν καὶ κατὰ πάρ οδον] ἐν τοῖς δυσὶ καιροῖς· δηλοῖ γὰρ εὐτυχίαν ἐν ἐκεί νοις τοῖς πράγμασιν οἷς σημαίνουσιν. Ὅτε δέ ἐστιν ὁ Ἑρμῆς χρονοκράτωρ καὶ ὑπάρχουσιν αὐτός τε καὶ ἡ Σελήνη ἀκάκωτοι κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματίζονται ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξαγώνου σχήματος, ὁ τὴν ἐναλλαγὴν ἔχων μετελεύσεται διάφορα μαθήματα. καὶ εἰ συσχηματίζει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ τετραγώνου καὶ ὑπάρχουσιν ἄμφω ἀκάκωτοι, τοῦ Ἑρμοῦ καθυπερτεροῦντος αὐτήν, προστεθήσεται ἡ γνῶσις αὐτοῦ καὶ ἡ φρόνησις καὶ λυπη θήσεται διὰ πολλούς· εἰ δὲ ἡ Σελήνη καθυπερτερεῖ αὐτόν, κοῦφος ἔσται ἐν ἐκείνῳ τῷ ἔτει καὶ πεφυρμένος καὶ ἄστατος ἐπὶ πᾶσιν. εἰ δὲ ἡ Σελήνη ἐφορᾷ τοῦτον ἐν τοῖς δυσὶ καιροῖς ἀπὸ διαμέτρου καὶ ὑπάρχουσιν ἄμφω ἀκά κωτοι, ἔχθραν ἕξει πρός τινας καὶ καθυπερτερήσει πάν των τῶν ἀντιτασσομένων αὐτῷ καὶ ἐριζόντων. εἰ δὲ συν οδεύσει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς καὶ ὑπάρχου σιν ἄμφω ἀκάκωτοι, ἐν ἐκείνῳ τῷ ἔτει προστεθήσεται ἡ παίδευσις αὐτοῦ καὶ ἡ γνῶσις καὶ μεταδώσει πολλοῖς τῆς οἰκείας γνώσεως καὶ ἔσται ἐπαινετὸς καὶ ὁμιλήσει τισὶν εὐτελέσιν ἀνθρώποις· καὶ εἰ ἔχει μητέρα, προστεθή σεται ἡ παίδευσις αὐτῆς καὶ ἡ φρόνησις καὶ ἡ οἰκονομία σὺν πᾶσι τούτοις. εἰ ὁ σχηματισμός ἐστιν ἐν τῷ ἑνὶ καιρῷ, πολὺ μέρος ἀφαιρεῖται τῆς σημασίας.

κ. Περὶ τοῦ Ἑρμοῦ ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει κεκακωμένοσ
Ὅτε ἐστὶν ὁ Ἑρμῆς χρονοκράτωρ καὶ ὑπάρχει κεκακω μένος κατά τε πῆξιν καὶ κατὰ πάροδον, ὑποστήσεται τῷ ἔτει ἐκείνῳ διαφόρους βλάβας προφάσει τέκνων ἢ δού λων ἢ εὐτελῶν ἀνθρώπων ἢ μαθημάτων ἢ κοινωνῶν καὶ ψήφων καὶ νοταρίων καὶ γραμμάτων καὶ οἰκονομιῶν καὶ λόγων καὶ ἔριδος καὶ φιλονεικίας· ἐκκοπήσεται δὲ καὶ ἡ ἐλπὶς αὐτοῦ καὶ ἀπογνώσεται πᾶσαν ὠφέλειαν. εἰ δέ ἐστιν ὁμοῦ κεκακωμένος καὶ ἑσπέριος ἅμα τῷ κλήρῳ τῶν τέκ νων, πείσονται τὰ τέκνα αὐτοῦ καὶ οἱ δοῦλοι ἐναντίως· εἰ δὲ συνοδεύει τῷ κλήρῳ τῶν φίλων, ἔσται ἡ βλάβη παρὰ φίλων· εἰ δέ ἐστι μετὰ τοῦ κλήρου τῆς πράξεως ἢ τῆς ἐξουσίας, βλαβήσεται παρά τινος ἐξουσιαστοῦ καὶ δεσμὰ σιδηρᾶ περιβληθήσεται καὶ βλάβας διαφόρους ὑποστή σεται· εἰ δὲ ἑῷός ἐστιν, ἔσται ἐλάττονα τὰ εἰρημένα. Ὅτε δὲ ὑπάρχει χρονοκράτωρ καὶ κακοῦται ἅμα τῇ Σελήνῃ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ συσχηματί ζονται ἀλλήλοις ἀπὸ τριγώνου ἢ ἑξαγώνου, λύπας ὑπο στήσεται προφάσει ἀποδημίας καὶ φίλων ἢ μαθημάτων ἢ ἀπωλείας τινῶν. εἰ δὲ ἐκ τετραγώνου, λυπηθήσεται παρὰ πολλῶν προφάσει γραμμάτων καὶ ἀποκλεισθήσεται ἢ δεσμηθήσεται· καὶ εἰ ἐπιδεκατεύει τοῦτον ἡ Σελήνη, ἔσται δειλὸς τῷ ἔτει ἐκείνῳ καὶ ἄστατος. εἰ δὲ ἀπὸ δια μέτρου συσχηματίζονται ἀλλήλοις κεκακωμένοι, ἔσται δειλὸς καὶ ἔριδας ἕξει καὶ ἔχθρας. εἰ δὲ συνοδεύει τούτῳ ἡ Σελήνη ἐν τοῖς δυσὶ καιροῖς, παλίμβολος ἔσται καὶ πλάσεται ψευδῆ τινα καὶ βλαβήσεται διὰ εὐτελῶν ἀνθρώ πων. τὰ δὲ περὶ τοῦ συσχηματισμοῦ τοῦ Ἑρμοῦ μετὰ τῶν λοιπῶν ἀστέρων προείπομεν· σὺ δὲ διάκρινε τῷ νῷ τὰς μίξεις τῶν ἀποτελεσμάτων.
 
κα. Περὶ τῆς σημασίας τοῦ Ἑρμοῦ ὅτε ἐστὶ χρονοκράτωρ καὶ ὑπάρχει ἔν τινι τόπω τοῦ διαθέματοσ
Ὅτε ἐστὶν ὁ Ἑρμῆς χρονοκράτωρ καὶ ὑπάρχει ἐπίκεν τρος κατά τε πῆξιν καὶ κατὰ πάροδον ἀκάκωτος, ὁ τὴν ἐναλλαγὴν ἔχων εὑρήσει ἀξίαν καὶ δόξαν καὶ ὠφέλειαν ἀπὸ γραμμάτων καὶ ἐμπορίαν καὶ ἐξουσιαστοῦ δουλείαν· προστεθήσεται δὲ ἡ γνῶσις αὐτοῦ καὶ ἐπικτήσεται μαθή ματα καὶ ἐπαινεθήσεται διὰ ταῦτα, καὶ μάλιστα ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιούτοις τόποις, συναντήσουσιν αὐτῷ τῷ ἔτει ἐκείνῳ λυπηρὰ προφάσει γραμμάτων καὶ ψήφων καὶ νοσήσει καὶ εἴ τινι ἐπιχειρήσει ἐμπορίᾳ, ζημιωθήσεται· ἐν δὲ τῷ ζ ὢν ἢ τῷ δ δηλοῖ ἔριδας πρὸς συγγενεῖς· καὶ εἰ ἀναποδί ζει, κατηγορηθήσεται διὰ συνουσίας καὶ νοσήσει νόσον κατὰ τὴν φύσιν τοῦ κακοῦντος αὐτὸν ἀστέρος. Εἰ δὲ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ια τόπῳ ἢ τῷ ε ἀκάκωτος, τεύξεται πολλῶν ἀγαθῶν τῷ ἔτει ἐκείνῳ καὶ φιλιωθήσεται δυνάσταις καὶ ἐξουσια σταῖς καὶ κερδήσει ἐν ταῖς ἐμπορίαις καὶ ταῖς πράσεσι καὶ ταῖς ἀγορασίαις· καὶ εἰ ἔχει τέκνον, εὐφρανθήσεται ἐπ αὐτῷ ἢ γενήσεται αὐτῷ παιδίον, εἴπερ τὸ γενέθλιον αὐτοῦ δηλώσει παίδων γένεσιν. εἰ δὲ ὑπάρχει ἐν τοῖς τοιούτοις τόποις κεκακωμένος, ἐχθρανθήσονται αὐτῷ οἱ φίλοι αὐτοῦ καὶ βραδυνόητος ἔσται· καὶ εἰ ἔχει παῖδα, ἀρρωστήσει, ἴσως δὲ καὶ τελευτήσει· καὶ εἰ ἀναποδίζει ὁ Ἑρμῆς, ἔσται ὁ τῆν ἐναλλαγὴν ἔχων ἐν ἀπορίᾳ τοῦ δέοντος πραχθῆναι. Εἰ δέ ἐστιν ἐν τῷ θ ἢ ἐν τῷ τρίτῳ, ἀποδημήσει τῷ ἔτει ἐκείνῳ καὶ ὄψεται ἐν τῇ ἀποδημίᾳ αὐτοῦ ἀγαθά, ἀκάκωτος ὢν δηλονότι κατά τε πῆξιν καὶ κατὰ πάροδον· θεάσεται δὲ καὶ ὀνείρους ἐναργεῖς καὶ ἐπαινεθήσεται ἐπὶ δόγματι καὶ πίστει καὶ φρονήσει καὶ ἀρίσταις οἰκονο μίαις καὶ διαγνώσεται ἀκριβῶς τὰ πράγματα καὶ ὠφελη θήσονται δι αὐτοῦ οἵ τε ἀδελφοὶ αὐτοῦ καὶ οἱ γνωστοί. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιούτοις τόποις κατὰ τοὺς δύο καιρούς, ἀποδημήσει τῷ ἔτει ἐκείνῳ καὶ ὑποστή σεται βλάβην ἐν τῇ ἀποδημίᾳ καὶ ἐνδοιασμὸν ἕξει περὶ τῆς ἰδίας πίστεως καὶ διὰ ταῦτα λοιδορηθήσεται καὶ ὄψε ται ὀνείρους ταραχώδεις καὶ ζημιωθήσεται ἐν ταῖς ἐμπο ρίαις καὶ ἐν ταῖς πράσεσι καὶ ἀγορασίαις καὶ μάχην ἕξει πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς συγγενεῖς. Εἰ δέ ἐστιν ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ἐν τῷ β ἢ η τόπῳ ἀκάκωτος, ὠφεληθήσεται διὰ πράσεως καὶ ἀγο ρασίας καὶ εὖ ἕξει τὰ κατ αὐτόν. εἰ δέ ἐστι κεκακωμένος, ζημιωθήσεται καὶ ἐν ταῖς οἰκονομίαις αὐτοῦ ἐσφαλμένος ἔσται καὶ ἔριδας ἕξει διὰ πλοῦτον. Εἰ δὲ ὁ Ἑρμῆς ἐν τοῖς δυσὶ καιροῖς ὑπάρχει ἐν τῷ ιβ ἢ τῷ ἀκάκωτος, ἐν ἐκείνῳ τῷ ἔτει ἀμελὴς ἔσται περὶ τὴν ἐπίκτησιν τοῦ πλούτου καὶ ῥάθυμος περὶ τὰς ἐμπορίας καὶ τὰς ὠφελείας· ἐπικτήσεται δὲ ταύτας παρά τινων εὐτελῶν ἀνθρώπων καὶ πάσης πράξεως μηδαμινῆς καὶ εὐτελοῦς. εἰ δέ ἐστιν ἐν τοῖς δυσὶ καιροῖς κεκακωμένος, συμβήσον ται αὐτῷ νόσοι κατὰ τὴν φύσιν τοῦ ἀστέρος τοῦ κακοῦν τος αὐτόν· εἰ μὲν γὰρ ὁ Κρόνος τοῦτον κακοῖ, νοσήσει ἐμπνευματώσεις καὶ διὰ ψυχρότητος καὶ ἀρθρίτιδος καὶ νεύρων καὶ φλεβῶν ἀλγηδόνα· εἰ δὲ ὁ Ἄρης τοῦτον κακοῖ, νοσήσει ἀπὸ πλεονασμοῦ αἵματος καὶ τῶν ὁμοίων καὶ κατεσχηθήσεται ἐφ οἷς οὐκ ἔπραξε καὶ κατηγορηθήσεται ἐφ οἷς οὐκ ἔδρασε καὶ συνοχὰς καὶ λύπας ὑποστήσεται. Καὶ εἴπερ ἐστὶν ὁ Ἑρμῆς κατὰ πῆξιν ἔν τινι τόπῳ τοῦ διαθέματος, ὑπάρχει δὲ ἐν τῷ τῆς ἐναλλαγῆς διαθέματι ἐν τῷ τοιούτῳ τόπῳ καὶ τοιουτοτρόπως διακείμενος, βεβαιότερα ἔσται τὰ ἀποτελέσματα. εἰ δὲ παραλλάσσει, δεῖ μιγνύειν ταῦτα καὶ κατὰ τὴν κρᾶσιν ἀμφοτέρων ἀποφαίνεσθαι.
 
κβ. Περὶ τῆς Σελήνης ὅτε ὑπάρχει χρονοκρά τωρ καὶ ᾖ ἀκάκωτοσ
Ὅτε ἐστὶν ἡ Σελήνη χρονοκράτωρ, τὰ ἀποτελέσματα ἔσον ται κατὰ τὴν διάθεσιν τοῦ ἐπιμερίζοντος καὶ τοῦ κυρίου τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ ἐπιμερισμὸς ἀπὸ τοῦ ἀφέτου, οἱοσδή ποτέ ἐστιν ὁ ἀφέτης. συμπαραλαμβάνομεν δὲ κοινωνὸν καὶ τὸν ἀστέρα ὄντα εἴτε κατὰ πῆξιν εἴτε κατὰ πάροδον ἐν τῷ Καρκίνῳ καὶ τὸν ἀστέρα ᾧ συνάπτει ἡ Σελήνη οὖσα ἐν ᾧ ἔτυχε ζῳδίῳ· καὶ εἰ μὲν συνάπτει δυσὶν ἄστροις, μερί ζομεν τὸν ἐνιαυτὸν εἰς δύο· εἰ δὲ τρισίν, εἰς γ· εἰ δὲ πλείοσι, κατὰ τούτους· καὶ ἀποτελοῦμεν καθ ἕκαστον ἀστέρα ὡς ἔστι διακείμενος. προσλαμβάνομεν δὲ εἰς μαρτυρίαν καὶ τὰ κατ αὐτὴν τὴν Σελήνην· εἰ μὲν γὰρ καλῶς διάκειται, δηλοῖ καλῶς ἕξειν τὸν τὴν ἐναλλαγὴν ἔχοντα περὶ ἃ σημαίνει ἡ Σελήνη· εἰ δὲ κακῶς, τοὐναντίον καὶ νόσους. καὶ εἰ μέν ἐστιν ἡ Σελήνη βορεία καὶ προσθετικὴ τοῖς ἀριθ μοῖς, δηλοῖ ἀγαθά· εἰ δὲ νοτία καὶ ἀφαιρετικὴ τοῖς ἀριθμοῖς, ἐναντία, καὶ μάλιστα εἰ λειψιφωτεῖ. δεῖ δὲ ἐπιτηρεῖν καὶ τὰς συνόδους αὐτῆς πρός τε τὰς ἀκτῖνας καὶ τοὺς κλήρους καὶ τὰ δωδεκατημόρια τῶν ἀστέρων· τὰς δὲ σημασίας αὐτῆς ἃς σημαίνει συσχηματιζομένη πρὸς τοὺς ἀστέρας προείπομεν. Δεῖ δὲ ὁρᾶν καὶ τὸ ζῴδιον ἐν ᾧ ἐστιν ἡ Σελήνη κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς· ἔχει γὰρ δύναμιν ἴσην τῷ ὡροσκόπῳ τοῦ ἔτους. καὶ εἰ ἔστιν ἐν τῷ οἰκείῳ ζῳδίῳ ἀγαθυνομένη, πάντα ὅσα προκατάρξεται ἐν ἐκείνῳ τῷ ἔτει εὐοδωθή σεται· εἰ δὲ κεκακωμένη ἐστίν, δηλοῖ συνοχὰς κατὰ τὴν φύσιν τοῦ κακοῦντος ἀστέρος. εἰ δὲ κενοδρομεῖ καὶ ὑπ άρχει ἐν ζῳδίῳ τοῦ Κρόνου, ὠφεληθήσεται διὰ γαιῶν καὶ φρεάτων καὶ φυτῶν, ἀκωκάτου ὄντος αὐτοῦ· εἰ δὲ κεκα κωμένος ἐστί, δηλοῖ συμφορὰς καὶ λύπας καὶ τραύματα. καὶ εἰ ἔστιν ἐν τῷ οἴκῳ τοῦ Διὸς ἀκακώτου ὄντος, ἐπαι νεθήσεται παρὰ πολλῶν καὶ εἰς τέλος παράξει πάντα ὅσα κατάρξεται καὶ κληρονομήσει πλοῦτον πατρικὸν καὶ πρᾶξιν ἐγχειρισθήσεται· εἰ δὲ κεκακωμένος ἐστίν, δηλοῖ λύπας διαφόρους καὶ κατηγορηθήσεται παρά τινων. εἰ δὲ ὑπάρχει ἐν τῷ οἴκῳ τοῦ Ἄρεως, αὐτοῦ μεσουρανοῦντος τοῦ Ἄρεως, δηλοῖ βλάβας ἀπὸ ὑποζυγίων καὶ σώματος τομὴν διὰ σιδήρου καὶ ῥύσιν αἵματος. Οὐ μόνον δὲ δεῖ ἐπισκοπεῖν τὴν Σελήνην ὅτε ἐστὶ χρονο κράτωρ ἐν τίνος ζῳδίῳ ἐστίν, ἀλλὰ καὶ ὅτε ἕτερος ἀστήρ ἐστι χρονοκράτωρ, καὶ αὐτὸν δεῖ τηρεῖν τὸν χρονοκράτορα ἐν τίνος ζῳδίῳ ἐστίν. εἰ μὲν γάρ ἐστιν ἐν οἴκῳ Κρόνου ἀκακώτου ὄντος  αὐτοῦ τοῦ Κρόνου δηλονότι  δηλοῖ ἀγαθά· εἰ δὲ κεκακωμένος, ἐναντίον· τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων. ὅτε δὲ ἀστὴρ ἐπιδεκατεύσει τὸν χρονοκρά τορα, ἐκφαίνει τὴν ἐνέργειαν αὐτοῦ. εἰ γὰρ τὸν Δῖα χρονο κράτορα ὄντα ἐπιδεκατεύσει ὁ Ἥλιος, δίδωσιν ἐξουσίαν· εἰ δὲ τὸν Ἄρεα, ποιεῖ ἀποδημίαν· καὶ εἰ μὲν ἀκάκωτός ἐστιν ὁ Ἥλιος, ἔσται ἀγαθὴ ἡ ἀποδημία· εἰ δὲ κεκακωμένος, τὸ ἐναντίον. εἰ δὲ ὁ Κρόνος ἐπιδεκατεύσει τὸν Ἥλιον ὄντα ἐν τῷ ιβ, δηλοῖ ἐναντία καὶ ἀχρήστους ἀποδημίας καὶ ἐξορίας ἀπὸ τόπου εἰς τόπον καὶ φυλακὰς καὶ συνοχάς.  

κγ. Περὶ τῆς σημασίας τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς καὶ τοῦ κυρίου αὐτοῦ
Δευτέραν ἔχει δύναμιν μετὰ τὸν ἐνιαυτοκράτορα ὁ ἐπι μερίζων, ἀλλ ἡμεῖς ἐμνήσθημεν τοῦ ὡροσκόπου τοῦ ἔτους καὶ τοῦ κυρίου αὐτοῦ διὰ τὸ ἔχειν κοινωνίαν τούτους πρός τε τὸ ζῴδιον τῆς ἐναλλαγῆς καὶ πρὸς τὸν κύριον αὐτοῦ ὡς ἂν καθ εἱρμὸν ὁ λόγος προβῇ. δεῖ οὖν σε γνῶναι τὸν ὡροσκόπον τοῦ ἔτους καὶ τὸν τόπον τοῦ κυρίου αὐτοῦ καὶ τοὺς τόπους τῶν λοιπῶν ἀστέρων· αἱ γὰρ δυνάμεις τῶν ἀστέρων τῶν κατὰ πῆξιν καὶ κατὰ πάροδον διαγινώσκον ται ἀπὸ τοῦ θέματος τοῦ ἔτους καὶ τῶν κέντρων αὐτοῦ καὶ τῶν λοιπῶν τόπων. ἕκαστος γὰρ τόπος ἔχει ἰδίαν σημασίαν· καὶ τὰ μὲν κέντρα δηλοῖ τά τε σωματικὰ καὶ τὴν δόξαν καὶ τὰ τῶν γυναικῶν καὶ τὰ τῶν γονέων, τὰ δὲ ἑπόμενα δηλοῖ τὰ κατὰ τὸν πλοῦτον καὶ τὰ τέκνα καὶ τοὺς νεκροὺς καὶ τὴν εὐτυχίαν καὶ τοὺς φίλους καὶ τὴν εὐφημίαν, τὰ δὲ ἀποκλίματα δηλοῖ τούς τε ἀδελφοὺς καὶ τὰς νόσους καὶ τὰς ἀποδημίας καὶ τοὺς ἐχθροὺς καὶ τὰς ἔριδας καὶ τὰς δυσφημίας καὶ τὰς συνοχὰς καὶ τὰς φυλακάς. πάρεστι δὲ ἑκάστῳ ἰδία τις σημασία δήλη τοῖς ἀκριβῶς μεταχειρι ζομένοις τὴν ἀστρονομίαν. Ἐκφαίνει δὲ τὴν σημασίαν ἑκάστου οἴκου ὁ ἀστὴρ ὁ ἐπεμβαίνων αὐτῷ. ὁ γοῦν κύριος τοῦ ὡροσκόπου τοῦ ἔτους κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ἀκάκωτος ὢν καὶ ἐν τῷ οἰκείῳ φωτί, ὁ τὴν ἐναλλαγὴν ἔχων εὑρήσει ἀγαθὰ καὶ δόξαν· καὶ εἰ ὑπάρχει ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ μεσου ρανίσματι, ἔσται ἐρρωμένος ἐν τῷ σώματι καὶ τεύξεται ἀξίας καὶ βαθμοῦ· εἰ δέ ἐστιν ἐν τῷ ζ ἢ τῷ δ, προς τεθήσονται οἱ συγγενεῖς αὐτοῦ καὶ αἱ γυναῖκες καὶ οἱ ὑπ ήκοοι. εἰ δὲ κεκακωμένος ἐστὶν ἐν τοῖς τοιούτοις τόποις, βλαβήσεται παρὰ τοιούτων προσώπων. εἶτα δεῖ ἐφορᾶν ἐν ποίῳ τόπῳ ἐστὶ τοῦ διαθέματος, καὶ τίσι τῶν ἀστέρων συνάπτει ἢ τίνες συνάπτουσιν αὐτῷ, καὶ τίνα ἔχει μόνος σημασίαν, τίνα δὲ ἕξει σημασίαν συγκρινόμενος τῷ ἐνιαυτοκράτορι καὶ τῷ ὡροσκόπῳ τῆς καταρχῆς καὶ τῷ κυρίῳ αὐτοῦ καὶ τῇ Σελήνῃ καὶ τοῖς λοιποῖς ἄστροις καὶ τοῖς τόποις τῶν ἀγαθοποιῶν ἢ κακοποιῶν τοῖς τε κατὰ πῆξιν ἢ τοῖς κατὰ πάροδον. ὅτε οὖν ἐστιν ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους κακοποιός, ἔσται λίαν κακός, καὶ μάλιστα εἰ βλάπτει τὴν Σελήνην ἢ τὸν ἐνιαυτοκράτορα. εἰ μὲν οὖν ἐστιν ὁ Ἄρης, δηλοῖ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἀδικήσουσιν αὐτόν· εἰ δὲ ὁ Κρόνος ἐστί, δηλοῖ νόσον καὶ βλάβας καὶ φυλακὴν καὶ συνοχὰς καὶ τὰ ὅμοια. Δεῖ δὲ προσλαμβάνειν τούτοις καὶ τὴν φύσιν τοῦ ζῳ δίου εἰ ἔστι τις τῶν κακοποιῶν ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου τοῦ ἔτους. αὐτὸς δὲ ὁ κύριος τοῦ ὡρο σκόπου τοῦ ἔτους ἐν ἀγαθῷ τόπῳ καὶ μετὰ ἀγαθῶν συ σχηματιζόμενος τῷ ὡροσκόπῳ, πολλὰ ἀφαιρεῖται τῶν δυσχερῶν ὧν ἐσήμανεν ὁ κακοποιός. εἰ οὖν ἐστί τις τῶν β κακοποιῶν ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους, ὁ δὲ ἕτερος ἐν τῷ κατὰ πῆξιν ὡροσκόπῳ, δηλοῖ ἐναντίον εἶναι τὸ ἔτος καὶ πάνυ χαλεπώτατον· εἰ δὲ ὁ εἷς αὐτῶν τυγχάνοι ἀγαθοποιός, πολὺ ἀφαιρεῖται τῆς χαλεπότητος. εἰ μὲν οὖν ἐστιν ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς κακοποιός, καταντήσει δὲ τὸ ἔτος μέχρις ἐκείνου, τύχῃ δὲ ὡροσκόπον εἶναι τοῦ ἔτους τὸ ζῴδιον ἐκεῖνο, ἐφορᾶται δὲ κατὰ πάροδον ὑπὸ κακοποιοῦ ἀσυμφώνῳ σχήματι, εἰ καὶ οἱ λοιποὶ ἀστέρες τύχωσιν ἀκάκωτοι, ὁμῶς τῷ ἔτει ἐκείνῳ ὑποστήσεται βλά βας καὶ νόσους κατὰ τὴν τοῦ κακοποιοῦ φύσιν. εἰ δὲ οὕτως ἔχει ὁ κακοποιὸς ὡς προείρηται καὶ σὺν τούτῳ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς ἢ ὁ κύριος τοῦ ζῳδίου τοῦ ἔτους κακοῦται, δέος μὴ καὶ τελευτήσῃ· εἰ δὲ ὁ κακοποιὸς ἐκεῖνος ἐν τῷ δ ὑπάρχει, κακοῦται δὲ παρ αὐτοῦ ὁ κύριος τοῦ ἔτους, πλείων ἔσται ὁ φόβος. εἰ δὲ ἀντὶ κακοποιοῦ ἐστιν ἀγαθοποιὸς ἐν τῷ τόπῳ, δηλοῖ ὑγείαν καὶ σωτηρίαν καὶ εὐφροσύνην καὶ ἐπίκτησιν ἀγαθῶν κατὰ τὴν φύσιν τοῦ ἀγαθοποιοῦ. εἰ δὲ ὁ Ἄρης καὶ ὁ Κρόνος μεσουρανοῦσιν ἐν τῷ θέματι τῆς ἐναλλαγῆς, ποιοῦσιν ἀπραξίαν καὶ ὄκνον καὶ ῥαθυμίαν καὶ ἀνωφέλειαν δι ὅλου τοῦ ἔτους καὶ καταναλώσει πλοῦτον ἀχρήστως καὶ ἀν ωφελῶς· εἰ δὲ ἕτερος ἀστήρ, ἐν ἐκείνῳ τῷ ἔτει δηλοῖ γενέ σθαι ἀγαθόν, ἔσται εὐμετάτρεπτον καὶ ταχυκατάληπτον. ὅτε δέ ἐστιν ὁ Ἥλιος ἢ ἡ Σελήνη ἐν τῇ ἐναλλαγῇ μετὰ τοῦ Κρόνου ἐπίκεντρος ἐν τῷ δ τόπῳ δηλοῖ θάνατον πατρὸς ἢ μητρός. Ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τόπον ἀγαθόν, ὑπάρχει δὲ ὁ κύριος τοῦ ἔτους ἐν τόπῳ κακῷ, ἢ καταντήσει τὸ ἔτος εἰς τόπον κακόν, ὑπάρχει δὲ ὁ κύριος αὐτοῦ ἐν τόπῳ ἀγαθῷ, δηλοῖ μεσότητα τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς κακοποιόν, τύχῃ δὲ ἐκεῖνος ὁ κακοποιὸς ὡροσκόπος ἐν τῷ θέματι τῆς ἐναλλαγῆς, βλάβην δηλοῖ. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸ μεσουράνισμα τῆς καταρχῆς, τύχωσι δὲ ἐκεῖσε κακοποιοί, βλάπτουσι τὴν πρᾶξιν. εἰ δὲ καταντήσει τὸ ἔτος εἰς τὸν β τόπον καὶ ὑπάρχει ἐν αὐτῷ κατὰ πῆξιν κακοποιός, δηλοῖ ζημίας καὶ ἐξόδους ἀκαίρους, καὶ μάλιστα εἰ ἐπίκεντροι ὦσιν οἱ κακο ποιοὶ ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους ἐκείνου ἢ τοῖς κέντροις ἐπ αναφερόμενοι· εἰ γὰρ ἐν τοῖς ἀποκλίμασιν ὦσιν, ἔσται ῥᾳ διώτερα. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν τῆς ἀποδημίας τόπον, ὑπάρχει δὲ ἐκεῖσε κατὰ πῆξιν ὁ Κρόνος καὶ κατὰ πάροδον ἐπιβλέπει τοῦτον ἀσυμφώνως, ἐφορᾷ δὲ καὶ τὴν Σελήνην ἀπὸ τετραγώνου, τύχῃ δὲ καὶ ὁ Ἄρης στηρίζων ἐν τῷ κατὰ πῆξιν ὡροσκόπῳ, ὑπάρχει δὲ καὶ ὁ Ζεὺς ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους, ὁ μὲν ὡροσκόπος τοῦ Διὸς δηλοῖ ὕψος καὶ ἐξουσίαν καὶ δυναστείαν, πλὴν οὐκ ἔσται ἡ ψυχὴ αὐτοῦ ἀρεσκομένη ἐν τῇ πράξει· ὁ δὲ Κρόνος καὶ ὁ Ἄρης δηλοῦσι βλάβην καὶ συνοχὴν καὶ φυλακὴν καὶ τιμωρίαν καὶ φόβον ἀπὸ λῃστῶν καὶ ἔχθρας καὶ ἀδικίας καὶ κλαυθμοὺς καὶ οἰμωγάς. εἰ δὲ τύχῃ τὸ ζῴδιον τοῦ ἔτους τῆς ἐναλλαγῆς ἕκτον εἶναι ἐν τῷ θέματι τῆς ἐναλλα γῆς καὶ ἐφορῶσι τοῦτο κακοποιοί, μηδενὸς ἀγαθοποιοῦ τοῦτο ἐπιβλέποντος, δηλοῖ νόσον δεινήν. ὅτε δὲ καταν τήσει τὸ ἔτος εἰς τὸν ἕκτον τόπον εἴτε εἰς τὸν δω δέκατον εἴτε εἰς τὸν δ εἴτε εἰς τὸν ζ εἴτε εἰς τὸν η, οὐκ ἀγαθὸν ἔσται, καὶ μάλιστα ἐὰν ὁ κύριος αὐτοῦ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἑσπέριος ὑπάρχει ἢ ἀναποδίζων ἢ ὕπαυγος ἢ κακοποιῷ συσχηματιζόμενος. εἰ δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν β τόπον τῆς καταρχῆς, ὑπάρχει δὲ ἡ Ἀφροδίτη κυρία τοῦ ἔτους καὶ τύχῃ ἅμα τῷ Κρόνῳ ἐν τῷ ὑπογείῳ κέντρῳ, ὡροσκόπος δ ἔσται τῆς ἐναλλαγῆς ὁ κατὰ πῆξιν η τόπος, δηλοῖ συνοχὰς καὶ βλάβας δεινάς. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸν δωδέκατον τόπον τῆς καταρχῆς καὶ ὑπάρχει κύριος τούτου ὁ Ζεὺς καὶ τύχῃ εἶναι τοῦτον ἅμα τῷ Κρόνῳ ἐν τῷ ζ, ἀναποδίζοντος τοῦ Κρόνου, ὑπάρχει δὲ καὶ ὁ Ἄρης ἐν τῷ ὑπὸ γῆν κέντρῳ, δηλοῖ μεγάλας βλάβας καὶ κινδύνους θανάτου ἐγγύς. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸν τόπον τοῦ γάμου, τύχωσι δὲ κατὰ τὸν καιρὸν τῆς ἐναλλαγῆς ὁ κύριος αὐτοῦ καὶ ἡ Σελήνη ἐναντιούμενοι τοῖς τριγώνοις αὐτῶν ἢ τοῖς ὑψώ μασιν, ὁ τὴν ἐναλλαγὴν ἔχων μισήσει τὴν οἰκείαν πατρίδα καὶ ἀποδημήσει εἰς ἀλλοτρίαν χώραν· ὅτε δὲ τύχῃ ὁ κύριος τοῦ ἔτους ἐν τῷ δυτικῷ κέντρῳ κεκακωμένος, δηλοῖ φυγὴν ἀπὸ τῆς πατρίδος καὶ κλιμακτῆρας βαρεῖς. ὅτε δὲ καταντή σει τὸ πατρικὸν ἔτος ἀπό τινος τόπου σημαίνοντος τὰ τοῦ πατρὸς εἴς τινα τόπον καὶ τύχῃ ὁ κύριος αὐτοῦ συνοδεύων τῷ κυρίῳ τοῦ τρίτου τόπου ἀπὸ τοῦ ὡροσκόπου τῆς καταρχῆς, δηλοῖ ὡς ὁ πατὴρ τεύξεται παιδὸς καὶ ὁ παῖς τεύξεται ἀδελφοῦ. ὅτε δὲ τύχῃ εἴτε τὸ ζῴδιον τοῦ ἔτους εἴτε ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς ὁ αὐτὸς τῷ ὡροσκόπῳ τῆς καταρχῆς, ὑπάρχει δὲ εἷς τῶν δύο φωστήρων κύριος τοῦ ἔτους καὶ ἐκλείπει ἢ μετὰ τοῦ Καταβιβάζοντός ἐστι, τοῦ Κρόνου αὐτὸν ἐφορῶντος, δηλοῖ βλάβας καὶ στάσεις παρὰ τοῦ κοινοῦ λαοῦ πρὸς αὐτόν. ὅτε δὲ τύχῃ ὁ τῶν τέκνων τόπος κατὰ πῆξιν ὁ Τοξότης, τύχῃ δὲ ὁ Τοξότης ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ἐν αὐτῷ ὁ Κρόνος κατὰ πάροδον, τύχωσι δὲ ὁ Ζεὺς καὶ ὁ Ἄρης καὶ ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἐν τῷ Λέοντι τῷ κατὰ πῆξιν ὡροσκόπῳ, ἐφορᾷ δὲ ὁ Ἄρης τὴν Σελήνην ἀπὸ διαμέτρου μοιρικῶς, δηλοῖ φόβον καὶ φυλακὴν καὶ συνοχὰς καὶ βλάβην παίδων καὶ σωτηρίαν ὕστερον. ὅτε δὲ τύχῃ ὁ ε τόπος κατὰ πῆξιν οἶκος τοῦ Κρόνου, γένηται δὲ κατὰ πάροδον ὑπόγειον κέντρον, δηλοῖ παίδων θάνατον ἢ μεγίστην βλάβην. εἰ δὲ καταντήσει τὸ ἔτος εἰς τὸν τοιοῦτον ε τόπον, ὑπάρχει δὲ ὁ Κρόνος κύριος ὢν τοῦ ἔτους ἀκάκωτος, βλάβην δηλοῖ παιδὸς ὀλίγην. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸν τόπον ἐν ᾧ ἦν κατὰ πῆξιν ὁ Κρόνος ἢ ὁ Ἄρης, τύχῃ δὲ ἐν τῷ θέματι τῆς ἐναλλαγῆς τετράγωνος τοῦ ὡροσκόπου, δηλοῖ βλάβας καὶ ἀδικίας καὶ ἐμποδισμοὺς περὶ τὸν βίον. ὅτε δὲ τύχῃ ὁ κύριος τοῦ ἔτους ὁ Κρόνος ἢ ὁ Ἄρης καὶ ὑπάρχει ὡροσκοπῶν ἐν τῷ τῆς ἐναλλαγῆς ὡροσκόπῳ, μὴ μέντοι ἐν τόποις ἐν οἷς ἔχει λόγους οἰκοδεσπότου, καὶ μάλιστα εἰ κατὰ πῆξιν ὑπάρχει ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ διαμέτρῳ αὐτοῦ ἢ ἐν τῷ τετραγώνῳ, ὁ μὲν Κρόνος δηλοῖ νόσους καὶ μακρὰς ἀρρωστίας, ὁ δὲ Ἄρης δηλοῖ φόβον καὶ φυλακὴν καὶ βλάβην ἐν τῷ πλούτῳ. ὅτε δ ἐστιν ὁ Κρόνος κύριος τοῦ ἔτους καὶ ὑπάρχει ὑπὸ γῆν, καταντήσει δὲ ὁ Ἄρης ἐπὶ τὸν ἑαυτοῦ κατὰ πῆξιν τόπον καὶ τύχῃ συνοδεῦσαι ἐκεῖσε τῷ Κρόνῳ, ὑπάρχει δὲ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς ἐν τῷ ζ τόπῳ ἢ ὕπαυγος καὶ τύχωσιν οἱ ἀγαθοποιοὶ ἐν ἀποκλίμασιν, δηλοῖ βλάβην καὶ συνοχὴν δι ὅλου τοῦ ἔτους. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν τόπον τοῦ Διὸς καὶ ὑπάρχει κατὰ πάροδον ἀκάκωτος, ἐφορῶν τὸν κατὰ πῆξιν αὐτοῦ τόπον, τύχῃ δὲ καὶ ὁ κύριος τοῦ ἔτους ἀποκεκλικώς, δηλοῖ εὐτυχίαν καὶ δαψιλῆ ἀγαθά, καὶ ἕξει ὁ Ζεὺς πολλὴν σημασίαν ἐν τῷ ἔτει ἐκείνῳ. ὅτε δὲ τύχῃ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς τὸ ζῴδιον ἐν ᾧ ἦν ἐν τῇ καταρχῇ κακοποιὸς ἢ τὸ ζῴδιον τοῦ ἔτους, λαβὲ τὸν κακοποιὸν ἐκεῖνον ὡς χρονοκράτορα, καὶ μάλιστα ἐὰν ὁ κύριος τοῦ ζῳδίου τοῦ ἔτους ἢ ὁ κύριος τοῦ ὡροσκόπου τῆς ἐναλλαγῆς μὴ ἐφορᾷ τὸν ἴδιον οἰκοδεσπότην. ὅτε δέ ἐστιν ὁ Ἄρης κύριος τοῦ ἔτους καὶ καταντήσει κατὰ πάροδον ἐπὶ τὸν τόπον τοῦ κατὰ πῆξιν Ἄρεως, ὑπάρχει δὲ ὁ Ἄρης ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ ἐπίκεντρος ἢ ἐπαναφερόμενος τοῖς κέν τροις καὶ τὴν Ἀφροδίτην ἐπιδεκατεύων, τῶν ἀγαθοποιῶν ἀποκεκλικότων, δηλοῖ σκληρότητα τοῦ ἔτους καὶ φόβον καὶ συνοχὰς καὶ φυλακὰς καὶ βλάβας παρ ἡγεμόνων καὶ ἀρχόντων. ὅτε δὲ τύχῃ ὡροσκόπος τοῦ ἔτους τὸ ζῴδιον ἐν ᾧ ἦν ὁ Ἥλιος ἢ ἡ Σελήνη, δεῖ λαμβάνειν τὸν οἰκοδες πότην τοῦ φωστῆρος τοῦ ἔχοντος σημασίαν πρὸς τὸ ἔτος. ὅτε δέ εἰσιν ὁ Ἥλιος καὶ ἡ Σελήνη κεκακωμένοι ἐν τῇ τοῦ ἔτους ἐναλλαγῇ καὶ ὑπάρχουσιν ἐν τῷ ζ τόπῳ ἢ ἐν τῷ δ τοῦ θέματος τῆς ἐναλλαγῆς, καὶ μάλιστα εἰ ὑπάρχουσι μετὰ τοῦ Ἀναβιβάζοντος ἢ τοῦ Καταβιβάζοντοσ, δηλοῦ σι θάνατον τῶν γονέων, καὶ μάλιστα εἰ καὶ κατὰ πῆξιν ἐδήλωσαν τὰ κατ αὐτούς. ὅτε δέ ἐστιν ὁ Ζεὺς ἐν τῇ ἐναλ λαγῇ ἐν τῷ Αἰγοκέρωτι καὶ κακοῦται παρά τε τοῦ Κρόνου καὶ τοῦ Ἄρεως καὶ τοῦ Ἡλίου, δηλοῖ βλάβας καὶ διαφθο ράν. ὅτε δὲ ὑπάρχει κακοποιὸς μετὰ τοῦ χρονοκράτορος ἐν τῷ ὡροσκόπῳ τῆς καταρχῆς καὶ κακοῖ τὴν Σελήνην, δηλοῖ κακίαν τοῦ ἔτους. ὅτε δὲ ἀναποδίζει ὁ κύριός τινος τῶν κατὰ πῆξιν τόπων ἢ τῶν κατὰ πάροδον ἢ ὕπαυγος ὑπάρχει ἢ κακοῦται παρά τινος τῶν κακοποιῶν ἢ ἔν τινι ἐναντίῳ τόπῳ ὑπάρχει, δηλοῖ βλάβην κατὰ τὴν σημασίαν τοῦ τόπου ἐκείνου εἴτε περὶ πλούτου δηλοῖ ὁ τόπος ἢ περὶ ἐγγαίων ἢ ἑτέρων τινῶν. Ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους κακοποιὸς καὶ ὑπάρχει κατὰ πῆξιν ἐν τῷ τόπῳ, βλάπτει δὲ κατὰ πάροδον τὴν Σελήνην, ἐφορῶσι δὲ τὴν Σελήνην ἀγαθοποιοὶ κατὰ πάρ οδον ἀπὸ ἀγαθῶν τόπων, ὑπάρχει δὲ κακοποιὸς ἐν τῷ ὡροσκόπῳ τοῦ ἔτους, δηλοῖ βλάβας μεγίστας καὶ μακρὰν νόσον. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἀγαθοποιός, ὑπάρ χει δὲ ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς κακοποιὸς καὶ ἐν τῷ δύνοντι ἕτερος κακοποιός, κακοῦται δὲ ἡ Σελήνη παρά τινος αὐτῶν ἢ ἑτέρου, δηλοῖ βλάβην δεινοτάτην παρ ἐχθρῶν καὶ ζημίαν μεγίστην· τμηθήσεται δὲ καὶ μέλος αὐτοῦ καὶ δέος ἔσται περὶ τῆς ψυχῆς αὐτοῦ, καὶ μάλιστα μὴ ἐφορῶντος ἀγαθοποιοῦ τὸν ὡροσκόπον. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἀγαθοποιὸς καὶ ἀναποδίζει, ἐφορῶσι δὲ αὐτὸν ὁ Ἄρης κατὰ πάροδον ἀπὸ διαμέτρου καὶ ἡ Σελήνη ἀπὸ τετραγώνου, κακοῦται δὲ καὶ ὁ ὡροσκόπος τοῦ ἔτους εἴτε διὰ τοῦ Ἡλίου εἴτε διά τινος τῶν συνδέσμων, τοῦ κυρίου αὐτοῦ μὴ ἐφορῶντος αὐτόν, δηλοῖ βλάβας μεγίστας ἐν τῷ σώματι καὶ παρὰ ἐχθρῶν καὶ λῃστῶν καὶ ζημίας καὶ ἀπώλειαν πλούτου. ὅτε δέ ἐστιν ὁ Κρόνος κύριος τοῦ ἔτους καὶ ἀποκαταστῇ εἰς τὸν κατὰ πῆξιν αὐτοῦ τόπον καὶ διαμετρήσει τοῦτον κατὰ πάροδον ὁ Ἄρης, δηλοῖ βλάβην κατὰ τὴν σημασίαν τοῦ οἴκου ἐν ᾧ τύχῃ ὁ Κρόνος· εἰ δέ ἐστιν ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς ἢ μετὰ τῆς Σελήνης, δηλοῖ βλάβην σωματικήν. ὅτε δέ εἰσιν ὁ κύριος τοῦ ἔτους καὶ ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ὁ κύριος αὐτοῦ καὶ ἡ Σελήνη κεκακωμένοι παρά τινος τῶν κακοποιῶν ἀπὸ συνόδου ἢ τετραγώνου ἢ διαμέτρου, δηλοῖ διαφθορὰν αὐτοῦ καὶ ἐπικράτησιν τῶν ἐχθρῶν αὐτοῦ καὶ ζημίαν πλούτου· εἰ δὲ ὁ Ζεὺς ἢ ἡ Ἀφροδίτη συνυπάρχει τῇ Σελήνῃ ἢ τῷ χρονοκράτορι, ῥυσθήσεται ἀπὸ τῶν δεινῶν ἐκείνων. ὅτε δέ ἐστιν ἡ Σελήνη κατὰ πάροδον ἐν τῷ Καρκίνῳ καὶ ὁ Ἥλιος ἐν τῷ Κριῷ καὶ κακοῦνται παρὰ τοῦ Ἄρεως ἀπὸ τοῦ Αἰγοκέρωτος, δηλοῖ βλάβας καὶ διαφθοράς. ὅτε δέ ἐστιν ἡ Σελήνη κατὰ πάροδον ἐν ζῳδίῳ ἀρρενοειδεῖ καὶ κακοῦται ὁμοῦ παρά τε τοῦ Κρόνου καὶ τοῦ Ἄρεως, ὑπάρχει δὲ καὶ ὁ κύριος τοῦ τόπου κακο ποιός, δηλοῖ ἐναντιότητας καὶ βλάβας. ὅτε δὲ ὁ κύριος τοῦ ἔτους βλάπτεται παρά τινος κακοποιοῦ, ἔσται ἐπίφοβον τὸ ἔτος καὶ πολυμέριμνον καὶ ἐπιζήμιον· εἰ δὲ συσχη ματισθῇ τούτῳ ὁ Ζεύς, δηλοῖ τῶν τοιούτων ἀποσόβησιν. Ὅτε δέ ἐστιν ὁ Ἑρμῆς κύριος τοῦ ἔτους καὶ ὑπάρχει κεκακωμένος παρὰ τοῦ Ἄρεως καὶ ἐν τῷ δ τόπῳ τοῦ ὡρο σκόπου τῆς ἐναλλαγῆς ἢ ἐν τῷ δ τόπῳ τοῦ ζῳδίου τοῦ ἔτους ἢ ἐν τῷ δ τόπῳ τοῦ κατὰ πῆξιν ὡροσκόπου, δηλοῖ θάνατον τῶν ἀδελφῶν· ὡσαύτως, ὅτε ἐστὶν ὁ Ἑρμῆς κύριος τοῦ ἔτους καὶ ὑπάρχει κεκακωμένος παρὰ τοῦ Ἄρεως ἐν τῷ δύνοντι κέντρῳ, δηλοῖ θάνατον ὁμοίως τῶν ἀδελφῶν. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους κατὰ πῆξιν ἐν τῷ δεκάτῳ, ἐν δὲ τῷ καιρῷ τῆς ἐναλλαγῆς ὡσαύ τως ἐν τῷ δεκάτῳ, δηλοῖ  ἢ ἐν τῷ ια ὑπὸ ἀγαθοποιῶν ὁρώμενος  εὕρεσιν πλούτου καὶ δυναστείας· ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἐν τῷ δεκάτῳ κατὰ πῆξιν καὶ κατὰ πάρ οδον, δηλοῖ ἐπιτυχίαν ἐξουσίας τινός. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους κατὰ πῆξιν ἐν ἀποκλίματι καὶ ὕπαυγος καὶ κατὰ πάροδον ἐν τῷ ἢ ἐν τῷ η ἢ ὕπαυγος καὶ τῷ Κρόνῳ συσχηματιζόμενος, δηλοῖ διαδοχὴν πράξεως καὶ εὐκαιρίαν καὶ ἀρδείαν, ἔτι δὲ καὶ συμπτώματα θανάτῳ παρόμοια. Ὅτε δέ ἐστιν ὁ Ζεὺς κατὰ πῆξιν ἀκάκωτος, ἐν δὲ τῇ ἐναλλαγῇ ἐπίκεντρος καὶ ἐφορῶν τὸν κύριον τοῦ ἔτους, δηλοῖ ἐπιτυχίαν βαθμοῦ καὶ τιμῆς παρά τε ἐξουσιαστῶν καὶ βασιλέων· ἐγχειρισθήσεται δὲ καὶ πράξεις ὠφελίμους καὶ εὐοδωθήσεται ἐν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς οἰκονο μίαις. ὅτε δέ ἐστιν ὁ κύριος τοῦ ἔτους ἑσπέριος καὶ ἐν οἴκῳ ἐχθροῦ αὐτοῦ ἢ ἐν τῷ ἢ ἐν τῷ ιβ, τῷ Κρόνῳ ἢ τῷ Ἄρεϊ συσχηματιζόμενος, τοῦ Διὸς ἀποκεκλικότος καὶ μὴ ὁρῶντος τὴν Σελήνην μήτε μὴν τὸν κύριον τοῦ ἔτους, δηλοῖ ὑποστῆναι ἀτιμίας καὶ ὕβρεις παρ ἐχθρῶν. ὅτε δὲ καταντήσει τὸ ἔτος εἰς τὸ ὑπόγειον κέντρον ἢ εἰς τὸ δυτικὸν κέντρον καὶ τύχῃ ὁ Κρόνος ἐκεῖσε ἢ ἐφορῶν τὸν τοιοῦτον τόπον ἐναντίῳ σχήματι, δέος μή ποτε τελευτή σῃ ὁ τὴν ἐναλλαγὴν ἔχων. Κανὼν δὲ ἔστω σοι τοιοῦτος ἐν ταῖς τῶν ἐτῶν ἐναλ λαγαῖς. ὅτε εὕρης ἐν τῷ ὡροσκόπῳ τῆς ἐναλλαγῆς κακο ποιὸν καὶ βλάπτει κατὰ πῆξιν ὁ κακοποιὸς τὸν ὡρο σκόπον ἢ τὴν Σελήνην ἢ τὰ κέντρα, γίνωσκε ὅτι μεγίστην ἐπάγει τὴν κάκωσιν. εἰ δὲ ὁ τοιοῦτος κακοποιὸς ὡρο σκοπεῖ κατὰ πάροδον ἢ βλάπτει τινὰ τῶν τόπων τοῦ θέματος, εὕρης δὲ τοῦτον ὅτι οὐκ ἔβλαπτεν ἐν τῇ καταρχῇ τὸν τοιοῦτον τόπον, μετρίαν ἴσθι τοῦτον ποιεῖν τὴν βλά βην. ὅτε δέ ἐστιν ὁ κακοποιὸς ἑῷος καὶ ἀγαθοποιῷ συσχηματιζόμενος καὶ λόγον ἔχει πρὸς τὸν ὡροσκόπον ἢ τὴν Σελήνην, ὠφέλειαν ἐπάγει διὰ μόχθων καὶ κόπων. ὅτε δὲ ὡροσκοποῦσιν οἱ ἀγαθοποιοὶ ἐν τῇ ἐναλλαγῇ ἢ ἐπεμ βῶσι τόποις τισὶ τῶν κατὰ πῆξιν ἀστέρων, μετρίαν δη λοῦσιν ὠφέλειαν, εἰ μή γε ἐν τῇ καταρχῇ συμφώνῳ σχήματι ἑώρων τὸν τόπον ἐκεῖνον. ὅτε δὲ ἀναποδίζει ἀγαθοποιὸς ἢ ὕπαυγός ἐστιν ἢ ἀποκεκλικώς, ἀσθενεστέρα γίνεται ἡ δόσις αὐτοῦ. ὅτε δέ ἐστιν ὁ ὡροσκόπος τῆς ἐναλλαγῆς ζῴδιον ἐν ᾧ ἦν κατὰ πῆξιν κακοποιὸς ἢ ἐν ἀμφοτέροις ὑπάρχουσι κακοποιοί, δηλοῖ μετάβασιν τόπου καὶ φυγὰς καὶ ἀπωλείας. ὅτε δὲ ὑπάρχει κακοποιὸς κατὰ πῆξιν συσχηματιζόμενος ἀγαθοποιῷ, εἶτα συνοδεύσει τῷ ἀγαθοποιῷ ἐκείνῳ ἐν τῷ καιρῷ τῆς ἐναλλαγῆς ἢ συσχη ματισθῇ τούτῳ ἀπὸ τετραγώνου ἢ διαμέτρου, δηλοῖ βλά βην πολλήν.

nooriya blogger facebook pinterest