ΛΟΓΟΣ Δ
Ἀπὸ τῆς βίβλου τοῦ Ἀπομάσαρ περὶ τῆς τῶν ἐτῶν ἐναλλαγῆς· περὶ τῶν φαρταριτῶν ἤτοι τῶν κύκλων, καὶ διαιρεῖται εἰς τμήματα <ζ>
Τμῆμα πρῶτον. Περὶ τῆς φαρταρίας τοῦ Ἡλίου
4361, 008, 181, 7 Ἕκαστος ἀστὴρ τῶν <ζ> καὶ ὁ Ἀναβιβάζων καὶ ὁ Καταβιβάζων ἔχουσι χρόνους τινὰς ὡρισμένους καὶ διοικεῖ ἕκαστος ἀστὴρ τὸν γεννηθέντα κατὰ τὴν οἰκείαν φαρταρίαν. τοῦ μὲν οὖν Ἡλίου ἡ φαρταρία ἐστὶν ἔτη <ι>, τῆς δὲ Ἀφροδίτης <η>, τοῦ δὲ Ἑρμοῦ <ιγ>, τῆς δὲ Σελήνης <θ>, τοῦ δὲ Κρόνου <ια>, τοῦ Διὸς <ιβ>, τοῦ Ἄρεως <ζ>, τοῦ Ἀναβιβάζοντος τρία, τοῦ δὲ Καταβιβάζοντος <β>· ὁμοῦ τὰ πάντα <οε>. Ἐπὶ μὲν οὖν τῶν ἡμερινῶν γενέσεων λαμβάνει τὴν κυβέρνησιν τῆς πρώτης φαρταρίας ὁ Ἥλιος, ἔνθα ἂν καὶ ὑπάρχῃ, εἶτα ἡ Ἀφροδίτη, εἶτα ὁ Ἑρμῆς, εἶτα ἡ Σελήνη, 4361, 008, 182, 1 εἶτα ὁ Κρόνος κατὰ τὴν τῶν ζωνῶν αὐτῶν τάξιν.